Stephen Hughes wrote:Acts 12:1 wrote:Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ
Is anyone aware of other instances of ἀναιρεῖν with a (presumably instrumental) dative?
The ἀναιρεῖν seems to me to be a word removed from the immediacy of the very act of slaying. The difference between it and φόνος or σφαγή, might be something like that one can εὐδοκεῖν ἀναιρέσει (Acts 12:1), but can ποιεῖν φόνον (Mark 15:7). Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. It being used with a presumably instrumental dative is a challenge to that presupposition.
Here are a few examples:
2Th. 2:8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος [Ἰησοῦς] ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
Ex. 15:9 εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι,
μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.
Josh. 10:12 καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν αὐτούς, ὃν τρόπον συνέταξεν Μωυσῆς ὁ παῖς κυρίου.
Judith 1:12 καὶ ἐθυμώθη Ναβουχοδονοσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωαβ καὶ τοὺς υἱοὺς Αμμων καὶ πᾶσαν τὴν Ιουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
Judith 16:4 εἶπεν ἐμπρήσειν τὰ ὅριά μου
καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ
καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος
καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν
καὶ τὰς παρθένους μου σκυλεῦσαι.
Ode. 1:9 εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι,
μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.
Is. 14:30 καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ, πτωχοὶ δὲ ἄνδρες ἐπ᾿ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.
Jer. 18:21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
C. Stirling Bartholomew