Attic Greek Immersion opportunity

Links to resources found on the Web, upcoming events, get-togethers, and other cool stuff that Greek lovers should know about.

Attic Greek Immersion opportunity

Postby Louis L Sorenson » April 4th, 2013, 9:09 pm

Ἀττικιστὶ Διαλέγεσθαι ἐν τῷ Κήπῳ τῶν Μουσῶν, 3-17 Αὐγούστου 2013.

Ἐπεί γε πάλιν ἀκμάζοντος τοῦ θέρους γενήσεται ἡ διδιασκαλία τῆς ἀρχαίας ἑλληνικῆς γλώττης, κατὰ τὸ πάλαι ἡμῶν ἔθος πάντας τοὺς σπουδαίους φιλέλληνας καὶ φιλελληνίδας παρακαλοῦμεν εἰς τὴν τοῦ συναττικίζειν καλὴν καὶ ἀαθὴν πεῖραν πειρᾶσθαι αὐτῆς τε προθύμως ἀεὶ βέλτιον μετέχεσθαι σωθησομένης. Τὸ κέντρον τῆς διδασκαλίας κεῖται ἐν τῷ περιφήμῳ Ἑλληνικῷ Εἰδυλλίῳ, κήπῳ ἐπισκίῳ = τοῦτο πᾶς οἶδε μηδείς τε ἀγνοιεῖ - καὶ εὐανθέμῳ, οὐδέν γε ἧττον μάλα μουσοχαρεῖ παρὰ τὸν ἥσυχον Κορινθιακὸν Κόλπον. Τοῦ δ' ἐνιαυτοῦ θέμα τῶν διαλόγων προτίθησι ἡ σχολὴ ἀνθολογίαν τινὰ ἐκ τῶν κομψοτάτων ἀττικῶν συγγραφέων. Τιμή ἐστι τῆς διδασκαλίας, μετὰ τῆς νυκτερινῆς διανομῆς ἐν πολυκλίνοις δωματίοις, τριακοσια ευρώ. Ἐάν τι πλέον θέλητε καὶ ἀκριβέστερον μαθεῖν, εἰκὸς ἂν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Ειδυλλίου καὶ ταύτην τὴν διδασκαλίαν χορηγοῦντος·

κυρ. Andreas Drekis, Hellenikon Idyllion, Gr-25100, Selianitika (Egion), hellenikon@idyllion.eu,
http://www.idyllion.eu, 0030/26910/72488, 0030/6972/263/356;

ἢ τοῦ διδακσάλου τοῦ ἔτους·

κυρ. Stefano Pagliaroli, stefanopagliaroli@gmail.com
Louis L Sorenson
 
Posts: 582
Joined: May 5th, 2011, 9:21 pm
Location: Burnsville, MN, USA

Return to Cool Stuff

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron