Eusebius, Commentary on Isaiah

Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner »

Sorry for being unresponsive; I've been traveling (Harvard and Princeton) and have now returned.
Because it is such a large work, we won't be able to read the whole thing. I like Eric's suggestion starting at the beginning through 1.6, although later we may want to skip ahead to sections of particular interest. Any nominations? Because I will be presenting a paper on what Eusebius does with πίστ* and πεποιθώς in Isaiah, I'll want to look at sections at least.
If you're looking for Ziegler's apparatus, I have a scan of the first 100 pages. For better resolution click on the three dots in the upper right and select Download.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
Devenios Doulenios
Posts: 230
Joined: May 31st, 2011, 5:11 pm
Location: Carlisle, Arkansas, USA
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Devenios Doulenios »

Ken, the download link for the apparatus doesn't seem to work. Could you check it, please?
Dewayne Dulaney
Δεβένιος Δουλένιος

Blog: https://letancientvoicesspeak.wordpress.com/

"Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου."--Διδαχή Α, α'
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner »

In case anyone wants to use Alpheios or the like, here's the text of 1.1-6 taken from the PDF linked in my initial post.
Commentarius in Isaiam wrote:Τὸ πνεῦμα τῷ προφήτῃ ἐδείκνυ ποτὲ μὲν σαφῶς τὰ δηλούμενα ὡς μὴ δεῖσθαι τρόπων ἀλληγορίας ἐν τῇ τῶν φωνῶν ἑρμηνείᾳ, μόναις δὲ αὐταῖς κεχρῆσθαι ψιλαῖς ταῖς λέξεσιν, ποτὲ δὲ διὰ συμβόλων ἑτέρων πραγμάτων, ἐμφαντικοῖς ῥήμασί τε καὶ ὀνόμασιν ἑτέραν ὑποβαλλόντων διάνοιαν, ὥσπερ καὶ ἐπὶ τῶν ὀνείρων «τοῦ Ἰωσὴφ προσκυνεῖν» ἐδόκουν «ἀστέρες» τὸν ἀριθμὸν «ἕνδεκα», ὧδέ πη «τῶν ἀδελφῶν αὐτοῦ» δηλουμένων, ἄλλοτε δὲ «στάχυς» ἀναλέγοντας «τοὺς ἀδελφοὺς» ἑώρα τῆς σιτοδείας ὧδέ πως ᾐνιγμένης. οὕτως καὶ τῷ παρόντι προφήτῃ τὰ πλεῖστα τῶν θεσπιζομένων διὰ συμβόλων ἑωρᾶτο, πλεῖστα δὲ καὶ συμπεπλεγμένως εἴρηται κατὰ τὸ αὐτὸ τῶν μὲν πρὸς λέξιν τῶν δὲ πρὸς διάνοιαν ὑφασμένων, ὁποῖα καὶ ἐν ταῖς τοῦ σωτῆρος εὑρίσκεται διδασκαλίαις, δι' ὧν ἀναγέγραπται εἰπεῖν· «οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη»· τούτων γὰρ τὸ μὲν ῥητόν ἐστι, τὸ δὲ διανοίᾳ καὶ ἄλλα ἂν εὕροις μυρία ὥσπερ οὖν καὶ τῷ μετὰ χεῖρας προφήτῃ παρ' ᾧ ῥήματα μὲν αὐτολεξεὶ νοούμενα εὕροις ἂν τοιαῦτα· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων» καὶ τὰ ἑξῆς, πρὸς δὲ μόνην διάνοιαν ταῦτα· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι» καὶ τὰ ἑξῆς.
1.1 Ὅρασιν δὲ οὐ κοινὴν λέγει οὐδὲ σωματικοῖς ὀφθαλμοῖς ὑποπίπτουσαν, ἀλλὰ προφητικὴν τῶν μακροῖς ὕστερον χρόνοις συμβησομένων ἐποπτικήν· ὥσπερ γὰρ εἴ τις ἐν μεγάλῳ πίνακι θεῷτο πολεμίων ἔφοδον καὶ δῃώσεις χώρας πολιορκίας τε καὶ ἀνδραποδισμοὺς χρώματος ἄνθεσιν ἐξεικονισμένας, τὸν αὐτὸν δοκεῖ τρόπον ὕπαρ ἀλλ' οὐ καθ' ὕπνους τὴν ὅρασιν τεθεᾶσθαι τοῦ θείου πνεύματος καταλάμποντος αὐτοῦ τὴν ψυχήν.
1.2 Ἠσαΐας οὐκ ἐκ διατριβῶν ὥρμητο οὐδ' ἐκ διδασκαλιῶν ὠφελημένος, ἀλλ' ἐξ ἀγροῦ παρελθὼν καὶ βίου ὥς γε δοκεῖ τοῖς πολλοῖς ἀφανοῦς καὶ ἀπεριμμένου τῆς θείας ἐμπνεύσεως καὶ σοφίας μετείληφεν. Ἠσαΐαν καὶ εὐαγγελιστὴν δεῖ λέγειν ὡς τὴν αὐτὴν διακονίαν τοῖς εὐαγγελισταῖς ποιήσαντα· διαφερόντως γὰρ τὸν υἱὸν τοῦ θεοῦ κηρύττει, ποτὲ μὲν θεολογῶν ποτὲ δὲ τὴν εἰς οὐρανοὺς πάροδον αὐτοῦ θεσπίζων καὶ τὴν ἐκ «παρθένου» προαγορεύων τοῦ «Ἐμμανουὴλ» γέννησιν καὶ τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀπόστολον· καὶ τοῦτο γὰρ παρίστησιν λέγουσα ἡ αὐτοῦ γραφή· «καὶ εἶπεν κύριος Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με».
1.3 Τὴν πᾶσαν ὑπόθεσιν κατὰ τοῦ Ἰουδαίων ἔθνους εἶναι διδάσκει· οὐ γὰρ μόνον ἐπὶ τοῦ πρώτου καταλεχθέντος βασιλέως, ἀλλὰ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου καὶ τοῦ τετάρτου. καὶ εὕροις αὐτὸν ἐφ' ἑκάστῃ βασιλείᾳ τῶν προλεχθέντων ἐλέγχους τοῦ Ἰουδαίων ἔθνους καὶ προρρήσεις κατ' αὐτῶν ποιούμενον μέχρις αὐτοῦ τέλους τῆς βασιλείας, ἤτοι τοῦ Ἰουδαίων ἔθνους ἢ τῆς χώρας, Ἰερουσαλὴμ δὲ τῆς πόλεως. διὰ τί πρῶτον κατὰ τῆς Ἰουδαίας ἄρχεται καίτοι μέλλων λέγειν καὶ «κατὰ Βαβυλῶνος» καὶ «Αἰγυπτίων»; ἐπειδὴ ἐξ αὐτῶν ἄρχεται τῶν δοκούντων ἀνακεῖσθαι τῷ θεῷ κατὰ τὸ εἰρημένον ἀλλαχόθι· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε» καὶ «δυνατοὶ δυνατῶς ἐτασθήσονται».
1.4 Ἐπεσημήνατο δὲ τὸν τῶν βασιλέων χρόνον, ἐπειδὴ ἄλλη τις ἦν κατάστασις παρὰ Ἰουδαίοις πραγμάτων. ἔμελλεν δὲ τὰ μηδ' εἰς νοῦν μηδ' εἰς ὑπόνοιαν ἐπιόντα τῶν τότε μακροῖς ὕστερον χρόνοις ἀποβήσεσθαι. ὅτι κἀκεῖνος τηρητέον ὡς μία μὲν συνημμένη εἶναι δοκεῖ ἡ πᾶσα βίβλος, λέλεκται δὲ τῷ προφήτῃ κατὰ μέρος ἐν διαφόροις καὶ μακρῶν καιρῶν διαστήμασιν ὡς πολλῆς δεῖσθαι καὶ ἀκριβοῦς ἐπιστήμης τῷ μέλλοντι διαιρεῖν καὶ εἰς χρόνους ἀφορίζειν τὴν τῶν ἐμφερομένων διάνοιαν καὶ ταῖς πράξεσι ταῖς καθ' ἑκάστην βασιλείαν πεπραγμέναις τὴν προφητείαν ἐφαρμόζειν· ἐφ' ὅλοις γὰρ ἔτεσιν πεντήκοντα ὁ τῶν προκειμένων βασιλέων ἀπαρτίζεται χρόνος, καθ' ὃν εἴρηται τὰ δι' ὅλης τῆς βίβλου φερόμενα.
1.5 Πληρῶσαν τὸ θεῖον πνεῦμα τὴν τοῦ προφήτου ψυχὴν τῆς οἰκείας δυνάμεως ὡς δι' ὀργάνου τοῦ προφητικοῦ στόματος ἐξεφώνησεν τὰ προκείμενα ροπαρασκευάζον ἀκροατὰς τῶν ὑπὸ τοῦ κυρίου λεγομένων λόγων, διό φησιν· ὅτι κύριος ἐλάλησεν. εἶθ' ἑξῆς καὶ τὸν λόγον αὐτὸν ἐμφαίνει, ὃν ἐλάλησε κύριος φῆσαν ἐκ προσώπου κυρίου τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ὁ μὲν οὖν κύριος ἐλάλησε τὸν λόγον, ἐπακοῦσαν δὲ τὸ πνεῦμα τὸ προφητικὸν τῆς τοῦ κυρίου φωνῆς ὡς δι' ὀργάνου τοῦ προφήτου ταῖς τῶν ἀνθρώπων ἀκοαῖς παρεδίδου τὸν λόγον, ὃν τοῦ κυρίου λέγοντος ἠκροάσατο, συνεκάλει δὲ πρὸς τὴν μάθησιν τὰ συνεκτικὰ μέρη, οὐρανὸν τοῦτον τὸν τὰς θείας δυνάμεις ἀπειληφότα καὶ γῆν τὸ τῶν θνητῶν οἰκητήριον. οὐρανῷ μὲν ἀκούειν, γῇ δὲ ἐνωτίζεσθαι παρακελεύεται ἢ ὡς ἐμψύχοις οὖσιν· διοικεῖν γὰρ καὶ τὸ οὐράνιον σῶμα ψυχὴν καὶ τὸ τῆς γῆς στοιχεῖον ὡσαύτως φασίν τινες, ἢ δι' αὐτῶν τὰς ἀφανεῖς δυνάμεις ἀνακαλούμενος ἢ ἔπειτα θεσπιζόμενα μακροῖς χρόνοις ἔμελλον ἀποβήσεσθαι τῆς θνητῆς φύσεως οὔσης ὀλιγοχρονίου πρὸς τὰ διαμένοντα ποιεῖται τὸν λόγον, ἢ ὡς μὴ ἀξίους ὄντας Ἰουδαίους τὸν οὐρανὸν προσκαλεῖται καὶ τὴν γῆν. καὶ τὸ μὲν ἀκούειν τῷ οὐρανῷ προσνέμει, ὅπερ ἐστὶν τὸ συνιέναι ὡς κρεῖττον, τῇ δὲ γῇ ἐνωτίζεσθαι, ὅπερ ἐστὶν τὸ δι' ὤτων ἀκούειν, ὅπερ ἐστὶ σωματικώτερον.
1.6 Υἱοὺς ἐγέννησα λέγει διὰ τὴν νοερὰν ψυχὴν τὸ «κατ' εἰκόνα αὐτοῦ» γενέσθαι, ἀλλὰ καὶ διὰ τὸ γέρους ἐξαιρέτου τετυχηκέναι τοὺς πρώτους.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner »

Some words Alpheios had difficulty with:
δῃώσεις from δῄωσις
ἐξεικονισμένας from ἐξεικονίζω
ἀπεριμμένου from ἀπορίπτω
ἐτασθήσονται from ἐτάζω (Wisdom of Solomon 6.6)
γέρους. Armstrong commented, "γέρους ἐξαιρέτου; perhaps this refers to the remarkable longevity of the earliest generations," but translated "were created with a special prerogative."
A typo in the PDF: 1.5 should read προπαρασκευάζον
Summary:
In the introduction, Eusebius explains that prophets use symbols and parables.
1.1 "Vision" is in the mind, not physical.
1.2 Isaiah is a proto-evangelist
1.3 The Jews are constantly reproved.
1.4 The book was written in parts over a long period.
1.5 Various reasons why heaven and earth are called as witnesses to hear.
1.6 God begat humans spiritually
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
EricSowell
Posts: 74
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell »

Some other notes:
1
ἐποπτικός - of or belonging to a vision
πίναξ - board that would be engraved on; picture; rendered as "silver platter" by Armstrong
2
διαφερόντως - probably not "differing from, at odds with" from Alpheios. Armstrong rendered it "surpassingly"
5
διοικεῖν γὰρ καὶ τὸ οὐράνιον σῶμα ψυχὴν καὶ τὸ τῆς γῆς στοιχεῖον ὡσαύτως - Armstrong goes with "for the heavenly bodies and the elements of the earth also have souls". Still struggling with this thought and διοικέω.

That was difficult. I feel humbled enough.

Alright, how about 1.7-13 for next week?
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner »

EricSowell wrote:Alright, how about 1.7-13 for next week?
That's a bit much. FWIW, here it is:
1.7-13 wrote:1.7 Αἰνίττεται διὰ τοῦ λέγειν ἔγνω βοῦς τὸν κτησάμενον, ὅτι τὰ μὲν πρὶν κτηνῶν ἀλόγων κατ' οὐδὲν διαφέροντα ἔθνη συνήσουσιν, Ἰσραὴλ δὲ οὐ συνήσει· τὸ γὰρ οὐ συνῆκεν ἀντ' οὐ συνήσει. καὶ βοῦς μὲν καὶ ὄνος φυσικῇ φαντασίᾳ τοὺς τρέφοντας ἐπιγινώσκουσιν, οἱ δὲ τοσαύτης ἀξιωθέντες παρὰ τῷ θεῷ προνοίας, ὡς μὴ μόνον λογικοὺς καταστῆναι, ἀλλὰ καὶ λαὸν θεοῦ χρηματίσαι καταξιωθῆναι, υἱῶν τε προσηγορίᾳ τιμηθῆναι, οὐδ' ὁμοίως τοῖς ἀλόγοις θρέμμασιν τὸν γεννήσαντα καὶ ἀναθρέψαντα, τιμήσαντά τε καὶ ὑψώσαντα αὐτοὺς κύριον ἔγνωσαν. οἶμαι δὲ διὰ τούτων προφητικῶς αἰνίττεσθαι πρὸς τὸν Χριστὸν τοῦ θεοῦ αὐτὸν ὄντα τὸν κύριον
μόνοις αὐτοῖς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιδημήσαντα κατὰ τὴν ἐνανθρώπησιν οὐ παραδέξονται οὐδὲ ἐπιγνώσονται αὐτὸν οὐδὲ νοήσουσιν, ἀλλ' οὐδὲ συνήσουσιν.
1.8 Τὰ μὲν οὖν πρῶτα τὸν υἱὸν αὐτοπροσώπως εἰρηκέναι τὸ προφητικὸν ἐμαρτύρησε πνεῦμα, διὰ δὲ τῶν ἑξῆς ἐπιφερομένων οὐκέθ' ὁ κύριος, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐπιμέμφεται ὡς ἐνταῦθα ὑπὸ τοῦ κυρίου κατηγορηθεῖσιν φάσκον· οὐαὶ ἔθνος ἁμαρτωλόν. διὰ ταῦτα γοῦν ἀπελέγχει τὸ Ἰουδαίων ἔθνος καὶ ταλανίζει αὐτοὺς τὸ ἅγιον πνεῦμα ὡς πάντων τῶν ἐθνῶν χείρους καὶ ὡς τὸ μηδὲν ὠφεληθέντας μήτε ἐκ τῆς υἱοθεσίας μήτε ἐξ ἧς παρὰ τοῦ θεοῦ τιμῆς ἠξιώθησαν· ὑψωθέντες καὶ πλείστων ὅσων ἐξαιρέτων παρ' αὐτοῦ τετυχηκότες, ἀλλ' οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι' ὑπερβολὴν ἀγάπης θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι τῶν ἀσεβημάτων αὐτῶν ἕνεκα· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται».
1.9 Τηρητέον ὡς τὸν λαὸν τὸν χρηματίζοντα Ἰσραὴλ καὶ διὰ τὸ «ἐξ Ἀβραὰμ τὸ γένος» κατάγειν καὶ διὰ τὸ «ἐκ σπέρματος» θεοφιλῶν ἀνδρῶν «κατὰ σάρκα γεγονέναι» μέγα φρονοῦντας τὸ πνεῦμα τὸ ἅγιον ἁμαρτωλὸν ἔθνος καὶ λαὸν πλήρη ἁμαρτιῶν καὶ σπέρμα πονηρὸν καὶ υἱοὺς ἀνόμους ἀποκαλεῖ, διδάσκων μάτην τυφοῦσθαι τοὺς ἐπὶ γένει καὶ «προπάτορσι» σεμνυνομένους.
1.10 Κύριον τὸν υἱὸν λέγει ἐνταῦθα, καὶ πρέποι δ' ἂν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ ὄντι περὶ ἀνθρώπου φύσεως καὶ τῶν ἐν ἀνθρώποις λογικῶν ψυχῶν φάσκειν τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ ἐπιλέγει· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. τίς δὲ ἦν ὃν ἐγκατέλιπον ἢ ὁ Χριστός, ὃν διὰ τὸ παρωργικέναι καὶ ἐγκαταλελοιπέναι τὰ ἑξῆς ἐπιλεγόμενα πεπόνθασιν; τηρητέον ὡς τὰ προκείμενα τοῦ παντὸς ἔθνους Ἰουδαίων ἀρχόντων τε καὶ ἀρχομένων κατηγορεῖ, οὐδὲν ἕτερον ἢ ὡς τὸν κύριον καταλιπόντων· οὐ γὰρ εἰδωλολατρίαν αὐτοῖς ἐπιμέμφεται, ἀλλ' ὅτι τὸν κύριον καταλελοίπασιν, ὃν βοῦς καὶ ὄνος ἐπέγνω, ὁ δὲ Ἰσραὴλ οὐ συνῆκεν. διόπερ εἰκότως αὐτὸν ταλανίζει ὡς καὶ αὐτῶν τῶν τῇ φύσει ἀλόγων ἀποδειχθέντα πολὺ χείρονα.
1.11 Ἀνίατόν τινα καὶ ἀθεράπευτον ἐπιμέμφεται αὐτοῖς νόσον· πᾶσαν γὰρ κεφαλήν φησιν εἰς πόνον καὶ πᾶσαν καρδίαν εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. εἶτα καὶ ἀπογινώσκει αὐτῶν ὁ λόγος τὴν θεραπείαν λέγων· οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἅπερ εἰ μετὰ τοὺς χρόνους τοὺς περὶ τὴν σωτήριον παρουσίαν ἐκλαμβάνοιτο χώραν ἔχει, ἐπειδὴ τότε «ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος». εἰ δὲ ἐπὶ τοὺς ἀνωτέρω χρόνους οὐκ ἂν ἀληθεύοιτο, διὰ τὸ κατὰ χρόνους καὶ καθ' ἑκάστην γενεὰν ἐπ' αὐτῆς τε τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας γεγονέναι τινὰς παρ' αὐτοῖς θεοφιλεῖς ἄνδρας, ὥστε εὐλόγως ἡμᾶς τὰ προκείμενα ἐπὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν ἐκλαβεῖν, καθ' ἣν διὰ τὸ μὴ συνιέναι ἐπιδημήσαντα αὐτοῖς τὸν Χριστὸν τοῦ θεοῦ, πολιορκηθέντες ὑπὸ Ῥωμαίων οὐκέτι ἦραν κεφαλήν. ἀπηλλοτριώθησαν γοῦν εἰς τὰ ὀπίσω καὶ πᾶσα αὐτῶν κεφαλή, ἀρχοντικὴ δηλαδὴ ἐξουσία, ταπεινωθεῖσα γέγονεν εἰς πόνον, πᾶσά τε καρδία εἰς λύπην, ὡς ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ μικροῦ δηλαδὴ καὶ ἕως μείζονος, μὴ εἶναι ἐν αὐτοῖς ὁλοκληρίαν, μηδέ τι φάρμακον αὐτοῖς ἐπινοεῖς σωτήριον. πῶς γὰρ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ σωτηρίας ποιητικὸν εὑρᾶσθαι φάρμακον ἀρνησαμένους τὸν κύριον, μηδὲ ἐπεγνωκότας αὐτὸν μηδὲ συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον. ἀντὶ δὲ τοῦ· οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία οὔτε τραῦμα οὔτε μώλωψ καὶ τῶν ἑξῆς ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὐ σφιγγομένη οὐδ' ἐπιδεσμουμένη οὐδ' ἁπαλυνομένη ἐλαίῳ.
1.12 Τό· ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, καὶ τὰ τούτοις ἐπιλεγόμενα καὶ τότε μὲν οὐδαμῶς ἐνηργεῖτο ὁπηνίκα ἐλέγετο, μέλλοντα δὲ συμβήσεσθαί ποτε μακροῖς ὕστερον χρόνοις τῷ προφήτῃ προεθεωρεῖτο. ἀντὶ δὲ τοῦ· ὡς σκηνὴ ἐν ἀμπελῶνι, ὁ Σύμμαχος ὡς καλύβη φησὶν ἐν ἀμπελῶνι καὶ ὡς νυκτοφυλάκιον ἐν σικυηράτῳ καὶ ὡς πόλις πεπορθημένη. τὸν δ' ἐνταῦθα ἀμπελῶνα ὠνομασμένον ἐν τοῖς μετὰ ταῦτα τὸ πᾶν ἔθνος εἶναι διασαφεῖ ὁ αὐτὸς προφήτης λέγων· «ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον». εἶθ' ἐπάγει τὴν αἰτίαν τῆς ἐρημίας αὐτῶν λέγων· «ἔμεινα ἵνα ποιήσῃ δικαιοσύνην, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν».
1.13 Ἐπεὶ αὐτοὶ πρότεροι «ἐγκατέλιπον τὸν κύριον καὶ παρώργισαν τὸν ἅγιον τοῦ Ἰσραήλ», εἰκότως ἐγκαταλειφθήσεσθαι λέγονται. τὸ δέ· ὡς σκηνὴ ἐν ἀμπελῶνι καταλείπεσθαι, σημαίνει τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται, ἀμπελὼν τὸν φρουροῦντα κέκτηται, ὃς σκηνὴν πηξάμενος ἄνωθεν ἀφ' ὑψηλοῦ ἀφορᾷ καὶ φυλάττει τὸν ἀμπελῶνα. εἰ δ' ὁ τούτου καρπὸς ἀφανισθῇ, τηνικαῦτα ὁ φύλαξ ὡς ἂν μὴ εἰς μάταιον κάμνοι, τὴν σκηνὴν ἔρημον καταλιπὼν ἀναχωρεῖ τῆς φυλακῆς. τοῦτο δὴ οὖν αὐτὸ γενήσεσθαι περὶ τὸν νεὼν τὸ θεῖον πνεῦμα θεσπίζει· τοῦ γάρ τοι παντὸς ἔθνους δίκην ἀμπελῶνος συνεστῶτος, ὥσπερ τις σκηνὴν μέση τοῦ παντὸς ὁ ἐν τῇ Ἰερουσαλὴμ νεὼς ἵδρυτο, ἔνθεν τε ὡς ἀπὸ σκοπῆς ὁ φρουρὸς τὸν ἀμπελῶνα ἐπεσκόπει, ἐπεὶ δὲ «ἀντὶ σταφυλῆς ἐποίησεν ἀκάνθας», ἀκόλουθον καὶ τὴν πόλιν καὶ τὸν νεὼν ἐγκαταλειφθήσεσθαι θεσπίζει. ὡς σκηνὴ ἐν ἀμπελῶνι, ἀλλὰ καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ φησὶ διὰ τὸ οὐχ ὅπως τὰς κατ' ἀρετὴν πράξεις ὀνομαζομένας σταφυλὴν τὴν ὡς καρποῖς τιμιωτέραν μὴ φέρειν, ἀλλὰ μηδὲ τὴν καλουμένην ὀπώραν. τοιαύτη δέ τις ἦν ἡ πρόσκαιρος καὶ σωματικὴ κατὰ τὸν Μωσέως νόμον λατρεία ὡραία τις οὖσα τῇ ὄψει καὶ εὐθαλής, πλὴν ἀλλὰ πρόσκαιρος. διὸ καὶ ὁ τόπος, ἐν ᾧ τὰ τῆς ὀπώρας ἤκμαζεν, ὀπωροφυλάκιον ὠνόμαστο, ὃ δὴ καὶ αὐτὸ ἐγκαταλειφθήσεσθαι λέγεται. καταλιπόντος δὲ τὴν ἑαυτοῦ σκηνὴν καὶ τὸ ὀπωροφυλάκιον τοῦ δεσπότου καὶ φύλακος ἀκολούθως καὶ ἡ πᾶσα πόλις πεπολιορκημένη γέγονεν τῇ τε ἐρημίᾳ τοῦ τόπου καὶ τοῦ ἔθνους.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
EricSowell
Posts: 74
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell »

It WAS a big much. Still working through it.
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner »

EricSowell wrote:It WAS a big much. Still working through it.
Basically, Eusebius thinks Isaiah 1:3-8 is against the Jewish nation, and the prophecy was fulfilled by the Romans' treatment of Jerusalem.
Next I'd like to skip ahead to Commentary 1.19-21 where Eusebius discusses Isaiah 1:21, because of my interest in πιστός and cognates.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
EricSowell
Posts: 74
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell »

Sounds good. When I'm back from family vacation this weekend I'll catch up :)
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner »

Commenting on 1:21-26,
Greek Isaiah wrote:Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων, πλήρης κρίσεως, ἐν ἧ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. 22 τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, 23 οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες. 24 διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ Οὐαὶ οἱ ἰσχύοντες Ισραηλ, οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. 25 καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω. 26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπʼ ἀρχῆς, καὶ μετὰ ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιων.
Eusebius 1.19-21 wrote:Οὔτε γοῦν τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τῆς Σιὼν ἐνταῦθα ἐμνημόνευσαν. διδάσκει δὲ ὁ λόγος, ὡς πάλαι μὲν ᾤκησαν τὴν πόλιν ἄνδρες πιστοί, διὸ πιστὴ πόλις ἐχρημάτισεν, ὥσπερ ἂν εἴποι τις πιστῶν πόλις, ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης, ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριον τότε γενομένη· διὸ κεκοιμῆσθαι ἐν αὐτῇ δικαιοσύνην, τοῦτ' ἔστιν ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. πάλαι μὲν οὖν τούτων πλήρης ἐτύγχανεν, τάχα που περὶ τοὺς χρόνους Δαυίδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν βασιλικὴν ἀποδείξας ἑαυτοῦ ὡς χρηματίσαι «πόλιν Δαυὶδ» τὸν τόπον· τότε γὰρ εἰκὸς ἦν αὐτὴν καὶ πιστὴν γεγονέναι, πλήρη τε κρίσεως καὶ δικαιοσύνης, νυνὶ δὲ γέγονεν πόρνη διὰ τοὺς ἐκπορνεύσαντας ἐν αὐτῇ. οὗτοι δὲ ἦσαν, οὓς ἑξῆς δηλοῖ λέγων· νῦν δὲ φονευταί.
καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ' ἂν τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον, δηλαδὴ ὁ «Ἰουδαϊκὸς» λόγος «μυθικός» τις ὢν καὶ «γραώδης» καὶ διὰ τοῦτο «ἀπόβλητος». καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν «καπηλεύοντες» τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως.
1.20 Καλούμενοι γὰρ ὑπὸ τοῦ σωτῆρος οὐχ ὑπήκουον, ἀλλὰ καὶ κοινωνοὶ κλεπτῶν ἐγίνοντο τῷ προδότῃ Ἰούδᾳ κλέπτοντι συνόντες καὶ κοινωνοῦντες αὐτῷ τῆς τοῦ διδασκάλου προδοσίας, οἱ δ' αὐτοὶ δωροδόκοι τινὲς ὄντες τὴν ὀρθότητα τοῦ δικαίου δώροις ἐπίπρασκον, ἐδίωκόν τε ἀνταπόδομα τῷ μὴ βούλεσθαι παραδέχεσθαι τὸν ὑπὸ ὠφελείας αὐτῶν γινόμενον ἔλεγχον, ἀμοιβῇ δὲ κακῇ κεχρῆσθαι ἐθέλειν. διὸ κατὰ τὸν Σύμμαχον λέγονται διώκειν ἀμοιβάς. πρὸς τούτοις ἅπασιν τὴν ἐπισκοπὴν πεπιστευμένοι τῶν ἐνδεῶν οὔτε ὀρφανοῖς ἔκρινον οὐδὲ χήρας ἀντιλαμβάνοντες. ταῦτα πάντα κατηγοροῦνται οἱ προλεχθέντες φονευταί, δύναται δὲ καὶ ἐπὶ τοὺς προπάτορας αὐτῶν ἀναφέρεσθαι· ταῦτα λέγω δὲ «τοὺς πάλαι γενομένους τῶν τοῦ θεοῦ προφητῶν φονευτάς».
1.21 Τὸ κύριος σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος στρατιῶν. ἀναφέρεται δ' ὁ λόγος ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ μονογενῆ λόγον, ὃς ἐπὶ τοῦ παρόντος διὰ τὰς τῶν κατηγορηθέντων φονευτῶν πράξεις τὰ προκείμενα ἀπειλεῖ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραὴλ λέγων. τίνες δὲ ἦσαν οὗτοι, παρίστησι φάσκον τὸ Εὐαγγέλιον· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί»· πρὸς γὰρ τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς τοῦ ἔθνους ταῦτ' ἐλέγετο ὡς αἰτίους τῆς τῶν ὑπηκόων διαστροφῆς. οὐαὶ δὲ αὐτοῖς ἔσεσθαί φησιν ὁ δεσπότης κύριος σαβαώθ, ἐπεὶ ὁ θυμὸς αὐτοῦ τε τῆς τιμωρητικῆς καὶ κολαστικῆς δυνάμεως οὕτως δηλουμένης οὐ παύσεταί φησιν οὐδὲ ἀνήσει, ἕως οὗ μετέλθῃ αὐτούς.
Φιλάνθρωπος δὲ ὢν ὁ λόγος καὶ «μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν» ἐπαγγέλλεται τρόπον θεραπείας προσοίσειν τοῖς μὴ τοῦ θυμοῦ δεηθεῖσιν. τίς δὲ ἦν οὗτος, ἀλλ' ἢ ἡ αὐτοῦ χείρ, ἣν σωτήριον ὑπάρχουσαν καὶ ἰατικὴν ἑτέραν οὖσαν παρὰ τὸν θυμὸν αὐτοῦ ἐπάξειν φησὶ καὶ πυρώσειν ἐπὶ τῷ καθάραι καὶ διακρίναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου· ὥσπερ γὰρ οἱ καθαίροντες διὰ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσιν, καὶ οἱ τοὺς βότρυας τῆς ἀμπέλου πιέζοντες ἐν ταῖς ληνοῖς τὸ γιγαρτῶδες καὶ τὰ περιττὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσιν, τὸν αὐτὸν τρόπον κἀγώ φησι πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. καὶ κατὰ τὸν Ἀκύλαν ὁμοίως εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν στέμφυλά σου. τίς δὲ ἦν ἡ σκωρία καὶ τί τὸ ἐν αὐτοῖς γιγαρτῶδες, διασαφεῖ λευκώτερον ἐπιφέρων· καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους. ἐπειδὰν δὲ τὴν ἐμαυτοῦ χεῖρα ἐπάγων ἀφορίσω τὴν σκωρίαν σου καὶ τὸ γιγαρτῶδές σου τὸ τηνικαῦτά φησιν τοὺς περιλειφθέντας ἀπὸ τῶν προλεχθέντων «ὥσπερ χρυσὸν πυρὶ δεδοκιμασμένους», ἐπιστήσω κριτὰς καὶ συμβούλους τοιούτους ἐσομένους ὁποῖοι ἦσαν οἱ κατὰ τοὺς παλαιοὺς γενόμενοι χρόνους, δι' οὓς καὶ ἡ πόλις ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης. ἐπαγγέλλεται δὲ γενήσεσθαι τὸ εὑρεθησόμενον ἐν αὐταῖς «λεῖμμα κατ' ἐκλογὴν χάριτος», δι' ὧν κἀνταῦθα πάλιν τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς σημαίνει τῇ μετὰ ταῦτα συστησομένῃ καινῇ πόλει, ἥν τινα καὶ ὄνομα πόλιν δικαιοσύνης ὀνομάζει καὶ μητρόπολιν πιστὴν Σιών, οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. ὃ πάλαι μὲν συνεστὸς παρὰ Ἰουδαίοις διεπεπτώκει, νυνὶ δὲ καθ' ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐγήγερται «τεθεμελιωμένον ἐπὶ τὴν πέτραν». ταύτης δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες κριταὶ καὶ σύμβουλοι ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν εἰλήφασιν, ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν ὥσπερ ἐκ σπέρματος ἀγαθῶν φύντες διαλάμπουσι πρόεδροι τῆς τοῦ θεοῦ ἐκκλησίας καθεστῶτες.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
Post Reply

Return to “Church Fathers and Patristic Greek Texts”