Page 1 of 1

Andreas on Apocalypse 16:10

Posted: February 25th, 2019, 5:30 pm
by Stirling Bartholomew
Rev. 16:10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.


Τὸ ἐπιχεθῆναι τὴν φιάλην ἐπὶ τὸν τοῦ θηρίου θρόνον σημαίνει τὸ ἐπὶ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τὴν τοιαύτην ὀργὴν ἐκχεῖσθαι, καὶ ἐσκοτωμένην δείκνυσθαι, ἅτε ἀφεγγεῖ τῷ τῆς δικαιοσύνης ἡλίῳ τυγχάνουσαν. ἡ δὲ τῶν γλωσσῶν μάσησις, τὴν ὑπερβολὴν τῆς ὀδύνης δηλοῖ, ἧ οἱ πλανηθέντες ὑπ’ αὐτοῦ κατασχεθήσονται ὑπὸ τῶν θεηλάτων πληγῶν μαστιζόμενοι, ὅπως ἃν γνόντες ὅτι ἀπατηλός ἐστιν ὁ πη αὐτῶν ὡς Θεὸς δοξαζόμενος, τῆς πλάνης παύσωνται. οἱ δὲ ἐντεῦθεν οὐ πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν τραπήσονται.
https://scaife.perseus.org/reader/urn:c ... rc1:16.10/
Infinitive clause functions as subject of main verb with an infinitive clause as object and another infinite as second object. Not sure if this is right.