100 Ancient Greek Paraphrases of the γνῶθι σεαυτόν

How can I learn to express my ideas in clear and intelligible Greek?

100 Ancient Greek Paraphrases of the γνῶθι σεαυτόν

Postby Mark Lightman » April 2nd, 2014, 4:05 pm

Plato wrote:γνῶθι σεαυτόν.

1. γίγνωσκε σεαυτόν.
2. γνῶτε ὑμᾶς αὐτούς.
3. γνῶθι τὰ σεαυτοῦ.
4. ἴσθι σεαυτόν.
5. ἡμεῖς γνῶμεν ἡμᾶς αὐτούς.
6. δεῖ σε γνῶναι σεαυτόν.
7. εἴθε σὺ ἐγίγνωσκες σεαυτόν!
8. ὡς γνοίης σεαυτόν!
9. εἰ γὰρ ὤφελες γιγνώσκειν σύγε!
10. ὁ σοφὸς γιγνώσκει ἑαυτόν.
11. γνώτω ἑαυτόν ὁ σοφός.
12. σύ γνώσῃ σεαυτόν.
13. μακαρίζω σε γνόντα σεαυτόν.
14. ἔχε γνῶσιν περὶ σεαυτοῦ.
15. αὐτοφανής σεαυτῷ ἴθι.
16. πόλλ' οἶδ' ἀλώπηξ, ἀλλ' σοφὸς ἓν μέγα, ἑαυτόν.
17. ὂς τυγχάνει γνοὺς ἑαυτόν, γινώσκει καλῶς.
18. γιγνώσκου ὑπὸ σεαυτοῦ.
19. γνώσθητι ὑπὸ σεαυτοῦ..
20. εἴ τις, μὴ ἐγνωκὼς ἑαυτὀν, δοκεῖ ἐγνωκέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι.
21. τὰ ὑπὸ σου γνωστέα ἐστὶν τὰ σά.
22. ἄφες πρῶτον γνωσθῆναι τὸν ἄνθρωπον ὑφ' ἑαυτοῦ.
23. σκόπει σεαυτόν.
24. πυθοῦ περὶ σεαυτοῦ.
25. γίνου γιγνώκων σεαυτόν.
26. γενοῦ γνοὺς σεαυτόν.
27. γνώτω ὁ ἀνήρ τὸν ἄνθρωπον.
28. γνωστέος ὑφ ἑαυτοῦ ὁ ἀνθρωπός ἐστιν.
29. τὰ ἴδια ὑμῶν οἴδατε!
30. αὐτὸς γνῶθι αὐτὴν τὴν φύσιν σου.
31. μόνος ὁ ἑαυτὸν γνοὺς ἀληθῶς οἶδέ τι.
32. ἐλπίζω σε σεαυτὸν γνώσεσθαι.
33. Θεὸς φιλεῖ τὸν ἐγνωκότα ἑαυτόν.
34. μὴ ἀγνόει σεαυτοῦ.
35. μὴ ἀγνοήσῃς σεαυτοῦ.
36. θέλω σε εἶναι τὸν σεαυτοῦ γνώστην.
37. λαβὲ ἐπιστήμην περὶ τῶν σῶν.
38. μὴ ἴσθι μὲν ἄγνωστος ὑπὸ σεαυτόν, ἴσθι δὲ σεαυτόν.
39. ὑμετέρας ψυχὰς χρῆ ὑμᾶς αὐτοὺς εἰδέναι δή.
40. γνώσεαι σεθὲν αὐτόν, εἴπερ ὀψέ τε κακῶς.
41. γνώριζε σεαυτὸν σεαυτῷ.
42. εἰ γνώσκεις σεαυτόν, καλῶς ποιεῖς.
43. ἐὰν γνῷς σεαυτόν, καλῶς ποιήσεις.
44. ἐὰν ἐγίγνωσκες σεαυτόν, καλῶς ἐποίεις ἄν.
45. ἐὰν ἔγνως σεαυτόν, καλῶς ἐποίησας ἄν.
46. ἐὰν γιγνώσκοις σεαυτόν, καλῶς ποιοῖς ἄν.
47. ἐὰν γνοίης, καλῶς ποιήσαις ἄν.
48. φεῦγε δὴ τὴν ἀιδρείην σεαυτοῦ.
49. ὅπως μὴ φήσῃ τις ὅτι συ ἔχεις ἄγνοια περὶ τῶν σῶν.
50. πᾶς γνοίη ἑαυτόν.
51. γνωρίζοις ἂν σεαυτόν.
52. ἄγε δὴ γνῶθι σεαυτόν.
53. οὐ γνώσῃ σύ σεαυτόν?
54. τί οὖν οὐχὶ γιγνώσεις σεαυτόν?
55. φοβοῦμαι μὴ οὐ γνῷς σεαυτόν.
56. φοβοῦμαι μὴ ἀγνοήσῃς σεαυτόν.
57. οἶδα σέ εἰδέναι ὅτι ἐγνωσμένον ἐστὶν ὅτι καθῆκε σε γιγνώσκειν τὰ σά. γνῶθι οὖν σεαυτόν!
58. λαλῶ ἵνα πάντες γνῶσι ἑαυτούς.
59. λαλῶ ἵνα πᾶσαι γνῶσι ἑαυτάς.
60 πάντες ἔγνωσαν ἑαυτούς.
61. λαλήσω ἕως πάντες γνώσονται ἑαυτούς.
62. οὐ παύσομαι λαλῶν ἕως σὺ γνῷς ἂν σεαυτόν.
63. οὐ μὴ ἔγωγε σιγῶ πρὶν σύγε γνοίης σεαυτόν.
64. γνῶθι τί ἐστιν ἐν σεαυτῷ.
65. περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς γιγνώσκοντας περὶ ὑμῶν ἀυτῶν γενέσθαι, οἷοίπερ ἂν περὶ τῶν ἄλλων εἴητε.
66. εἰ ἐγνώκειτε ἑαυτούς, καλῶς ἐγνώκειτε ἄν.
67. ἅλλος μὲν γιγνωσκέτω ἑαυτόν, σὺ δὲ σεαυτόν.
68. ἱστόρησον τὰ σεαυτοῦ.
69. μὴ ἐπιλανθάνου τῶν σεαυτοῦ.
70. ἀμὴν ἀμὴν λέγω σοι: εἰδήσεις σεαυτὸν ὡς τὸν πλησίον σου.
71. μὴ γνόντος σοῦ σεαυτόν, λυποῦμαι ἔγωγε.
72. ἐμοὶ παραλελεῖφθαι μὴ συμβαίνοι τὸ προτρέπεσθαι πάντας πρὸς τὴν αἵρεσιν καὶ παραδοχὴν τῆς γνώσεως περὶ ἡμῶν ἑαυτῶν.
73. τὸ μὲν βιβλίον ἀνάγνωθι, σεαυτὸν δὲ γνῶθι.
74. μὴ καταγίγνωσκε τοῦ γιγνώσκειν σεαυτόν.
75. διατελεῖτε γιγνώκσοντες ὑμᾶς αὐτούς.
76. μὴ παύετε γιγνώκσοντες ὑμᾶς αὐτούς.
77. ἢ γνῶθι σεαυτὸν ἢ ἀπόγνωθι σεαυτοῦ.
78. βούλομαί σε εἰδέναι σεαυτόν.
79. θέλω σε γνῶναι σαυτόν.
80. γενοῦ γνωστικὸς τῆς γνησίας γνώμης τοῦ γνῶναι σεαυτόν.
81. μακάριός ἐστιν ὁ ἄνθρωπος ὃς γιγνώσκει ἑαυτόν.
82. οὐαὶ τῷ μὴ γιγνώσκοντι ἑαυτόν.
83. τὸ γιγνώσκείν σε σεαυτόν καλόν ἐστιν.
84. ἐν τῷ σε σεαυτόν γνῶναι σὺ καλῶς ποιεῖς.
85. ποίου γνῶσιν σεαυτόν.
86. ποίησαι γνῶσιν σεαυτόν.
87. δεῖ σε ποιῆσαι σεαυτὸν γνόντα σεαυτόν.
88. γίνου δῆλος σεαυτῷ.
89. ἐσόπτρην αἶρον καὶ βλέπε εἰς σεαυτόν!
90. εἰσοπτρίζου.
91. εἰσοπτριζοις σὺ ὥστε γνῶναι σεαυτόν.
92. γνῶθι τὴν οὐσίαν σου.
93. ὁ ἀνεξέταστος ὑπὸ σεαυτοῦ βίος οὐ βιωτὸς σεαυτῷ.
94. μάθε περὶ τῶν ἐν σοι.
95. γνῶθι τίς εἶ σύ.
96. γνῶθι τί εἶ σύ.
97. γνῶθι τί οὐκ εἶ.
98. γνῶθι μὴ εἰδέναι.
99. γνῶθι ὅτι θνητὸς εἶ.
100. γνῶθι σαυτόν!
Mark Lightman
 
Posts: 256
Joined: May 6th, 2011, 6:30 pm

Return to Writing Greek

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron