Isaiah Chapter 48
Posted: March 30th, 2012, 3:22 pm
314. Listen, Israel (48:1-2)
48.1 Ἀκούσατε ταῦτα, οἶκος Ἰακώβ οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ οἱ ἐξ Ἰουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραὴλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης 2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ἰσραήλ ἀντιστηριζόμενος Κύριος Σαβαὼθ ὄνομα αὐτῷ.
315. I did what I foretold (48:3-5)
3 Τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθον καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν.
4 Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλχοῦν. 5 καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μοι ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.
316. You do not know the future (48:6-9)
6 ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἐγνώκατε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι, καὶ οὐκ εἶπας. 7 νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς Ναί, γινώσκω αὐτά. 8 οὔτε ἔγνοις οὔτε ἐπίστω, οὔτε ἀπʼ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. 9 ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω σοί, ἵνα μὴ ἐξολεθρεύσω σε.
317. I will rescue you for my own reputation (48:10-11)
10 ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας· 11 ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου οὐ δώσω ἑτέρῳ.
318. The creator will call them (48:12-14)
12 Ἄκουέ μου, Ἰακώβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, 13 καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα 14 καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς ἀνήγγειλεν αὐτοῖς ταῦτα;
319. If you had obeyed, you would have prospered (48:14-19)
ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. 15 ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωκα τὴν ὁδὸν αὐτοῦ.
16 Προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπʼ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.
17 Οὕτως λέγει Κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ἰσραήλ Ἐγώ εἰμι ὁ θεός σου, οὐ δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. 18 καὶ ἤκουσας μου τῶν ἐντολῶν, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· 19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξωλεθρευθῇς, οὐδὲ μὴ ἀπολεῖται τὸ ὄνομά σου ἐναντίον μου.
320. Lord will provide water for his servant Jacob (48:20-22)
20 Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἐκ γῆς Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ὡς ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο λέγετε ὅτι Ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. 21 καὶ ἐὰν διψῶσιν, διʼ ἐρήμου ἄξει αὐτοῖς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. 22 οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος.