Isaiah Chapter 54
Posted: April 13th, 2012, 9:36 am
360. The widow will have plenty of children (54:1-3)
54.1 Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, εἶπεν γὰρ Κύριος. 2 πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. 3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.
361. You will not remember the reproach of your widowhood (54:4-6)
4 μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μνησθήσῃ. 5 ὅτι ἐγὼ
Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαώθ ὄνομα αὐτῷ· ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται. 6 οὐχ ὡς γυναῖκα καταλελειμμένην.
Καὶ ὀλιγόψυχον κέκληκέν σε Κύριος οὕτω γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ θεός σου·
362. My anger will be replaced by mercy (54:7-11)
7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε, 8 ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος. 9 ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν ὄνομα· καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου 10 τὰ ὄρια μεταστήσασθαι οὐδὲ οἱ βουνοί μετακινηθήσονται, οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπεν γὰρ Κύριος Ἵλεώς σοι. 11 ἡ ταπεινὴ καὶ ἀκατάστατος, ἔσται παρακεκλήμενη,
363. You will be built up in righteousness (54:11-14)
Ἰδοὺ ἐγὼ ἑτοιμάζω ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον 12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς 13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. 14 καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ·
364. You will overcome your opponents (54:14-17)
ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. 15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι διʼ ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται.
16 Ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκοῦς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτικά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. 17 πᾶν σκεῦος τὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν· καὶ πάντας αὐτοὺς ἡττήσετε, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μου ἅγιοι, λέγει Κύριος.