Isaiah Chapter 61
Posted: May 9th, 2012, 10:41 am
400. Lord anointed me with his spirit to proclaim good news (61:1-3)
61.1 Πνεῦμα Κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθαι ταπεινοῖς ἀπέσταλκέν με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεων, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, 3 δοθῆναι τοῖς πενθοῦσιν Σειὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας·
401. They will restore what was abandoned (61:3-4)
καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα δικαιοσύνης Κυρίου εἰς δόξαν. 4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας τὸ πρότερον ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις αἰωνίους ἐξῃρημένας εἰς γενεάς.
402. Foreigners will serve you, priests of Lord (61:5-7)
5 καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντές σου τὰ πρόβατα, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί· 6 ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ὑμῶν· ἰσχὺν ἐθνῶν κατέδεσθε κἄν ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. 7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.
403. You will be known among the nations (61:8-10)
8 ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. 9 καὶ γνωσθήσεσθε ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἔμμεσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσιν σπέρμα εὐλογημένον ὑπὸ θεοῦ 10 καὶ εὐφροσύνην εὐφρανθήσονται ἐπὶ Κύριον.
404. Lord has clothed me with salvation (61:10-11)
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ κιτῶνα εὐφροσύνης ὡς νυμφίῳ περιέθηκέν μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμῳ. 11 καὶ ὡς γῆν αὔξουσαν ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.