Isaiah Chapter 65

This is a B-Greek reading Group for the LXX Isaiah. This reading group is going through two chapters of the LXX Isaiah per week. Ken Penner, the B-Greek moderator for the "Septuagint and Pseudepigrapha Forum" is writing a commentary on the LXX Isaiah and is sharing his notes with those who wish to read the Isaiah LXX. Dive in, if you dare!
Post Reply
Ken M. Penner
Posts: 745
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Isaiah Chapter 65

Post by Ken M. Penner » May 15th, 2012, 12:31 pm

421. I was available to those who did not seek me (65:1-2)
65.1 Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπον Ἰδού εἰμι, τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. 2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐκ ἀληθῇ, ἀλλʼ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.
422. Lord will repay false worshippers (65:3-7)
3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον μου, αὐτοὶ θυσιάζουσιν ἐν κήποις καὶ θυμιοῦσιν ἐν ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν· 4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διʼ ἐνύπνια, οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν· 5 οἱ λέγοντες Πόρρω ἀπʼ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. 6 ἰδοὺ γέγραπται ἐναντίον μου Οὐ μὴ σιωπήσω, ἕως ἂν ἀποδῶ καὶ ἀνταποδώσω εἰς τὸν κόλπον αὐτῶν· 7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν ἐπὶ τὸν κόλπον αὐτῶν.

423. For the sake of one faithful, I will not destroy all people (65:8-10)
8 Οὕτω λέγει Κύριος Ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν Μὴ λυμήνηται αὐτὸν ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. 9 καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, ὃς κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. 10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.
424. False worshippers will fall by the sword (65:11-12)
11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, 12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, καὶ πάντες σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.

425. Lord's servants will prosper, but not you (65:13-16)
13 Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε.

Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσεσθε.

Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· 14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζετε. 15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος.

Τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται ὄνομα αἰώνιον, 16 ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· ἐλλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν,

Καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.
426. They will look ahead to the new, not back to the old (65:17-18)
17 ἔσται γὰρ ὁ οὐρανὸς ‌καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων, οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18 ἀλλʼ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ·

427. No death before its time (65:18-20)
Ἰδοὺ ἐγὼ ποιῶ Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην. 19 καὶ ἀγαλλιάσομαι ἐν Ἰερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῷ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς. 20 καὶ οὐκέτι μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται.
428. They, not others, will enjoy their produce (65:21-24)
21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταφυτεύσωσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγωνται τὰ γενήματα αὐτῶν· 22 οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ φυτεύσωσιν καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. 23 οἱ δὲ ἐκλεκτοί μου οὐδὲ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ θεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετʼ αὐτῶν ἔσται. 24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν;
429. No creature will harm another (65:25)
25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.
0 x


Ken M. Penner
St. Francis Xavier University

Post Reply