Isaiah Chapter 66

This is a B-Greek reading Group for the LXX Isaiah. This reading group is going through two chapters of the LXX Isaiah per week. Ken Penner, the B-Greek moderator for the "Septuagint and Pseudepigrapha Forum" is writing a commentary on the LXX Isaiah and is sharing his notes with those who wish to read the Isaiah LXX. Dive in, if you dare!
Post Reply
Ken M. Penner
Posts: 740
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Isaiah Chapter 66

Post by Ken M. Penner » May 15th, 2012, 1:21 pm

430. What house would you build for me? (66:1-2)
66.1 οὕτω λέγει Κύριος Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; 2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καί ἐστιν ἅμα πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλʼ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;
431. I will repay those who rebuff me (66:3-4)
3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ἀποκτέννων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν, 4 καὶ ἐγὼ ἐκλέξωμαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοῖς καὶ οὐχ ὑπήκουσάν μοι, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἠβουλόμην ἐξελέξατο.

432. Those who hate us will be put to shame (66:5)
5 Ἀκούσατε τὸ ῥῆμα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται.
433. Repayment; bearing a son before going into labour (66:6-7)
6 φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. 7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν.
434. Zion was in labour (66:8-9)
8 τίς ἤκουσεν τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, εἰ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς. 9 ἐγὼ δέδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν Κύριος. οὐκ ἰδοὺ ἐγὼ στεῖραν καὶ γεννῶσαν ἐποίησα; εἶπεν ὁ θεός.

435. Enjoy Mother Jerusalem (66:10-11)
10 Εὐφράνθητι, Ἰερουσαλήμ‌, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτῇ, χάρητε χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπʼ αὐτῇ, 11 ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες πᾶν τρυφήσητε ἀπὸ εἰσόδου δόξεως αὐτῆς.

436. Lord will comfort you like a mother in Jerusalem (66:12-14)
12 Ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπʼ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. 13 ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ ὑμᾶς παρακαλέσω, καὶ ἐν Ἰερουσαλὴμ παρακληθήσεσθε. 14 καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσῃ τοῖς ἀπειθοῦσιν.
437. Lord's fire will judge the earth (66:15-16)
15 ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμῶν ἐν φλογὶ πυρός. 16 ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.
438. False worshippers will be destroyed (66:17-18)
17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρεῖα ὕεια καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπεν Κύριος, 18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι.
439. All nations will see my glory (66:18-19)
ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας αὐτῶν, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου. 19 καὶ καταλείψω ἐπʼ αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐπʼ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεὶς‌ καὶ Φοὺθ καὶ Λοὺθ καὶ Μόσοχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασίν μου τὰ ἔργα καὶ τὴν δόξαν, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.
440. Your brothers will return from the nations (66:20-21)
20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθʼ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἰερουσαλήμ‌, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.

21 Καὶ ἀπʼ αὐτῶν λήμψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπεν Κύριος.
441. All people will worship in Jerusalem and see the transgressors' corpses (66:22-24)
22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, εἶπεν Κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. 23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου καὶ ἥξει πᾶσα σὰρξ ἐνώπιον ἐμοῦ προσκυνῆσαι ἐν Ἰερουσαλήμ, εἶπεν Κύριος ὁ θεός. 24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται,

Καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
0 x


Ken M. Penner
St. Francis Xavier University

Post Reply