Isaiah Chapter 3
Posted: July 19th, 2011, 8:21 am
16. Lord Sabaoth removes Judea’s leadership (3:1–5)
3 1 Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαωθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἰερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, 2 γίγαντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον 3 καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα.
Καὶ συνετὸν ἀκροατήν 4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. 5 καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.
17. Judaea desperate for leaders (3:6–9)
6 Ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.
7 Καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου.
8 Ὅτι ἀνεῖται Ιερουσαλημ, καὶ ἡ Ιουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες.
Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, 9 καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν.
18. Woe to lawbreakers (3:9–11)
Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν 10 εἰπόντες Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.
11 Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.
19. Time for justice (3:12–15)
12 Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.
13 Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ, 14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; 15 τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;
20. Women of luxury will be humbled (3:16-26)
16 Τάδε λέγε Κύριος Ἀνθ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς κιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, 17 καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους 19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν 20 καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης αὐτῶν.
Καὶ τοὺς χλιδῶνας καὶ τὰ ἐνώτια.
21 Καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα 22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ 23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον, σὺν χρυσίῳ καὶ ὑακίνθῳ συγκαθυφασμένα καὶ θέριστρα καὶ τὰ κατάκλειστα. 24 καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίον ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ κιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. 25 καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται.
26 Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.