Isaiah Chapter 7
Posted: August 3rd, 2011, 7:31 am
36. Aram attacks Jerusalem (7:1-2)
7.1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζείου βασιλέως Ἰούδα ἀνέβη Ραασσων βασιλεὺς Ἀρὰμ καὶ Φάκεε υἱὸς Ῥομελιὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. 2 καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυεὶδ λέγων Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφράιμ · καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.
37. Esaias encourages Achaz (7:3-6)
3 Καὶ εἶπεν Κύριος πρὸς Ἠσαίαν Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ ἀγροῦ τοῦ γναφέως 4 καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 5 καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο περὶ σοῦ βουλὴν πονηρὰν λέγοντες 6 Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ,
38. Aram’s plot will fail (7:7-9)
7 Τάδε λέγει Κύριος Σαβαώθ Οὐ μὴ ἐμμείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται· 8 ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ, 9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων, καὶ ἡ κεφαλὴ Σομορων ὁ υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
39. A sign for Achaz (7:10-17)
10 Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων 11 Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
12 καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον.
13 καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; 14 διὰ τοῦτο δώσει κύριος αὐτὸς
ὑμῖν σημεῖον·
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Εμμανουηλ· 15 βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξασθαι τὸ ἀγαθόν· 16 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.
17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.
40. Lord whistles for flies (7:18-19)
18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις, ὃ κυριεύει μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων, 19 καὶ ἐξελεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας σου καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ.
41. Lord’s razor (7:20-22)
20 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.
21 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, 22 καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
42. From barren to fertile land (7:23-25)
23 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθας· 24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθαι ἔσται πᾶσα ἡ γῆ. 25 καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται, οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.