Isaiah Chapter 16
Posted: September 2nd, 2011, 8:54 am
16.1 ἀποστελῶ ὡς ἑρπετὰ ἀπὸ τῆς γῆς.
91. Moab will flee (16:1-4)
Μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος θυγατρὸς Σιών; 2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ. ἔπειτα δέ, Ἀρνών, 3 πλείονα βουλεύου, ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπάρχης 4 παροικήσουσίν σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
92. David’s throne restored (16:5)
5 καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθίεται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
93. The insolence of Moab (16:6-7)
6 Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα. οὐχ οὕτως ἡ μαντεία σου, 7 οὐχ οὕτως. ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι ἀπάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δέσεθ.
94. Wandering across the wilderness (16:7-8)
Μελετήσεις καὶ οὐκ ἐντραπήσῃ. 8 τὰ πεδία Ἑσεβὼν πενθήσει, ἄμπελος Ἐβαμά· καταπίνοντες τὰ ἔθνη καταπατήσετε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, ἐπλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.
95. Moab’s harvest will fail (16:9-12)
9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμελον Σεβαμά· τὰ δένδρα σου κατέλαβεν, Ἑσεβὼν καὶ ἐλάλησεν Ἀλή, ἔτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. 10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. 11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει.
Καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας. 12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.
96. Moab’s three-year fate (16:13-17:1)
13 Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν. 14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς.