Isaiah Chapter 23
Posted: September 27th, 2011, 9:36 pm
127. The vision of Tyre (23:1-3)
128. The esteemed of Tyre will be disregarded (23:4-9)
4 Αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους. 5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. 6 ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. 7 οὐκ αὐτὴ ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπʼ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν; 8 τίς ταῦτα ἐβουλεύσατο ἐπὶ Τύρον; μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύουσιν οἱ ἔμποροι αὐτῆς οἱ ἔνδοξοι, οἱ ἄρχοντες τῆς γῆς. 9 Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.
129. Tyre loses power over the sea (23:10-12)
10 ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος Σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12 καὶ ἐροῦσιν Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σειών.
130. No rest for Tyre (23:12-13)
καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι · 13 καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.
131. Tyre abandoned for 70 years (23:14-16)
14 Ὀλολύζετε, πλοῖα Χαρκηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. 15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης 16 λαβὲ κιθάραν, ῥέμβευσον πόλεις, πόρνη ἐπιλελησμένη· καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.
132. Tyre re-established, holy to the Lord (23:17-18)
17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις βασιλείαις τῆς οἰκουμένης. 18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τῷ Κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου ἐν Ἰερουσαλὴμ πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου.
- 23.1 Τὸ ὅραμα Τύρου.