Isaiah Chapter 26
Posted: October 7th, 2011, 9:05 am
146. Song over the land of Judah (26:1-6)
26.1 Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ἰούδα Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῖν θήσει τεῖχος καὶ περίτειχος. 2 ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην
Καὶ φυλάσσων ἀλήθειαν, 3 ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ 4 ἤλπισαν, Κύριε, ὡς τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος, 5 ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους, 6 καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν.
147. The path of Lord is judgment (26:7-9)
7 ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν ἀσεβῶν. 8 ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, 9 ᾗ ἐπεθυμεῖ ἡ ψυχὴ ἡμῶν.
148. Learn righteousness (26:9-10)
ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 10 πέπαυται γὰρ ὁ ἀσεβής, πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
149. Lord, your arm is high (26:11)
11 Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
150. Lord, give us peace (26:12-18)
12 Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.
13 Κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς.
Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. 14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρες πᾶν ἄρσεν αὐτῶν. 15 πρόσθες αὐτοῖς κακά, Κύριε, προσθήσει κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς.
16 Κύριε, ἐν θλίψει ἐμνήσθην σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἐγενήθῃ ἡμῖν. 17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. 18 διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
151. The dead will rise (26:19)
19 ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
152. Hide from Lord’s wrath (26:20-21)
20 Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμίειά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου· 21 ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους ἐπʼ αὐτῆς.