Isaiah Chapter 38

This is a B-Greek reading Group for the LXX Isaiah. This reading group is going through two chapters of the LXX Isaiah per week. Ken Penner, the B-Greek moderator for the "Septuagint and Pseudepigrapha Forum" is writing a commentary on the LXX Isaiah and is sharing his notes with those who wish to read the Isaiah LXX. Dive in, if you dare!
Post Reply
Ken M. Penner
Posts: 767
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Isaiah Chapter 38

Post by Ken M. Penner » November 30th, 2011, 1:45 pm

237. Hezekiah becomes sick (38:1)
1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου·

Καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας ὁ υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.
238. Hezekiah prays to Lord (38:2-3)
2 καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν τοῖχον

Καὶ προσηύξατο πρὸς Κύριον 3 λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας καὶ ἐν καρδίᾳ ἀληθινῇ

Καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα·

Καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ.

239. Isaiah delivers Lord’s answer (38:4-9)
4 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων 5 Πορεύθητι καὶ εἰπὸν Ἑζεκίᾳ

Τάδε λέγει Κύριος ὁ θεὸς Δαυὶδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· 6 καὶ ἐκ χειρὸς βασιλέων Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. 7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο·

8 Ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.
  • 9 Προσευχὴ Ἑζεκίου βασιλέως Ἰουδα, ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.
240. Prayer of Hezekiah (38:10-20)
10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπά μου. 11 εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον 12 ἐκ τῆς συγγενείας μου.

Κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. 13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι· οὕτως τὰ ὀστᾶ μου συνέτριψεν, ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην. 14 ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με 15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. 16 Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα. 17 εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 18 οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν ἐν ᾅδου τὴν ἐλεημοσύνην σου·

19 Οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω,

Ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, 20 Κύριε τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

241. Isaiah tells Hezekiah the cure (38:21-22)
21 Καὶ εἶπεν Ἠσαίας ὁ προφήτης πρὸς Ἑζεκίαν Λάβε παλάθην σύκων καὶ τρῖψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. 22 καὶ εἶπεν Ἑζεκίας Τοῦτο τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ.
0 x


Ken M. Penner
St. Francis Xavier University

Post Reply