Isaiah Chapter 36

This is a B-Greek reading Group for the LXX Isaiah. This reading group is going through two chapters of the LXX Isaiah per week. Ken Penner, the B-Greek moderator for the "Septuagint and Pseudepigrapha Forum" is writing a commentary on the LXX Isaiah and is sharing his notes with those who wish to read the Isaiah LXX. Dive in, if you dare!
Post Reply
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Isaiah Chapter 36

Post by Ken M. Penner »

213. Assyria attacks Jerusalem (36:1-2)
1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰδουμαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. 2 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχεὶς εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἑζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
214. An embassy meets Rapsakes (36:3)
3 καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰὼχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.

215. Rapsakes denigrates Egypt’s help (36:4-6)
4 Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης Εἴπατε Ἑζεκίᾳ Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ; 5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι; 6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὃς ἂν ἐπʼ αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.
216. Rapsakes denigrates Lord (36:7-9)
7 εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, 8 νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ἡμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπʼ αὐτούς. 9 καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν;
217. Rapsakes claims Lord’s commission (36:9-11)
οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπʼ Αἴγυπτον εἰς ἵππον καὶ ἀναβάτην. 10 καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπεν πρὸς με Ἀνάβηθι καὶ κατάφθειρον τὴν γῆν ταύτην. 11 καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὅτι ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεύς Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει;

218. Rapsakes refuses to speak Aramaic (36:12)
12 Καὶ εἶπεν Ῥαψάκης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὐρὰν μεθʼ ὑμῶν ἅμα;

219. Rapsakes addresses the people in Hebrew (36:13-16)
13 Καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ Ἀκούσατε τοὺς λόγους τοὺς βασιλέως Ἀσσυρίων τοῦ μεγάλου 14 Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· 15 καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· 16 μὴ ἀκούετε Ἑζεκίου.
220. Rapsakes calls the people to surrender (36:16-17)
ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων ᾟ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.
221. Rapsakes points to past victories (36:18-21)
18 μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λέγων Ὁ θεὸς ὑμᾶς ῥύσεται. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 19 ποῦ ἐστιν ὁ θεὸς Ἀμὰρ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρίν; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; 20 τίς τῶν θεῶν τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου, ὅτι σε ῥύσεται ὁ θεὸς Ιερουσαλημ ἐκ χειρός μου; 21 καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδέν ἀποκριθῆναι.

222. The embassy reports back to Hezekiah (36:22)
22 Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἑζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
Ken M. Penner
Posts: 881
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Isaiah Chapter 36

Post by Ken M. Penner »

Here is a nice bit of narrative, in case the poetry was not enough fun!
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Co-Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org
Post Reply

Return to “Series on Isaiah”