φαρμακεία

Semantic Range, Lexicography, and other approaches to word meaning - in general, or for particular words.
Post Reply
timothy_p_mcmahon
Posts: 259
Joined: June 3rd, 2011, 10:47 pm

φαρμακεία

Post by timothy_p_mcmahon »

Dealing with some people attempting to make what I consider baseless claims on the word φαρμακεία.

The dictionaries at my disposal (L&S and BAGD) give only very brief entries with little in the way of examples.

Wondering if anyone could point me to more detailed information on precisely how this word was used.

Thanks.
Stirling Bartholomew
Posts: 1141
Joined: August 9th, 2012, 4:19 pm

Re: φαρμακεία

Post by Stirling Bartholomew »

Searching on the φαρμακε* in some of the magical texts we find the following,

Alexander Med., Therapeutica (0744: 003)
“Alexander von Tralles, vols. 1–2”, Ed. Puschmann, T.
Vienna: Braumüller, 1:1878; 2:1879, Repr. 1963.
Volume 1, page 521, line 21

λινόσπερμον ὑδρελαίῳ συνεψεθῆναι ἢ εἰς ζέμα χαμαιμήλων προσηνὲς καὶ
εὔκρατον ἐπιπλασθὲν τοῖς σπλάγχνοις. οὕτω γὰρ τὸ ζέον πραϋνθήσεται καὶ
τὰ διατεταμένα τῶν σπλάγχνων ἔσται χαλαρὰ καὶ διὰ τοῦτο καὶ τὰ τῶν
πυρετῶν ἔσονται πραότερα.


Περὶ διαίτης.

Δεῖ δὲ μετὰ τοῦ φαρμακεύειν καλῶς ἐθέλειν προσέχειν καὶ τῇ
διαίτῃ ὡς ἀναγκαιοτάτῃ μάλιστα. πολλοὶ γὰρ ἀμελοῦσι καὶ οὐκ ἴσασιν,
ὅσα δύναται βλάψαι καὶ ὠφελῆσαι ἡ δίαιτα τὸν κάμνοντα. εἴθε δὲ, κἂν
τὸ φαρμακεύειν ὀρθῶς ἠπίσταντο, καὶ καιρὸν ἐζήτουν ἢ τάξιν ἢ ποιὸν ἢ
ποσόν. ἀλλ' οὐδενὶ τούτων προσέχοντες καθ' ἑκάστην εἴσοδον παρ-
έχουσι πράγματα τοῖς σπλάγχνοις ἢ διαβρέχοντες ἢ καταπλάττοντες ἢ




Alexander Med., Therapeutica
Volume 1, page 521, line 24

πυρετῶν ἔσονται πραότερα.


Περὶ διαίτης.

Δεῖ δὲ μετὰ τοῦ φαρμακεύειν καλῶς ἐθέλειν προσέχειν καὶ τῇ
διαίτῃ ὡς ἀναγκαιοτάτῃ μάλιστα. πολλοὶ γὰρ ἀμελοῦσι καὶ οὐκ ἴσασιν,
ὅσα δύναται βλάψαι καὶ ὠφελῆσαι ἡ δίαιτα τὸν κάμνοντα. εἴθε δὲ, κἂν
τὸ φαρμακεύειν ὀρθῶς ἠπίσταντο, καὶ καιρὸν ἐζήτουν ἢ τάξιν ἢ ποιὸν ἢ
ποσόν. ἀλλ' οὐδενὶ τούτων προσέχοντες καθ' ἑκάστην εἴσοδον παρ-
έχουσι πράγματα τοῖς σπλάγχνοις ἢ διαβρέχοντες ἢ καταπλάττοντες ἢ
σκευάζοντες ἐν παντὶ καιρῷ καὶ πλήθους ὄντος, ἔσθ' ὅτε καὶ ἀπεψίας,
καὶ ταῦτα σαφῶς βοῶντος τοῦ σοφωτάτου Γαληνοῦ, ὡς οὔτε καταπλάς-
μασιν οὔτε καταιονήμασιν ἐν παντὶ καιρῷ δεῖ κεχρῆσθαι, εἰ μὴ ἐπὶ μόνων




Alexander Med., Therapeutica
Volume 1, page 567, line 12

ἁλὸς ἀμμωνιακοῦ . . δραχ. αʹ
κόψας, σήσας ποίησον ξηρίον καὶ δὸς μασᾶσθαι μετὰ μίαν καὶ ἄφες
χάσκειν αὐτὸν ὑποφλεγματίζοντα. ἔστι δὲ θαυμαστότατον.


Περίαπτα καὶ ἀντιπαθῆ πρὸς ἐπιληπτικοὺς ἐκ τῶν Ἀρχιγένους.

Περιάπτοις δὲ τούτοις χρηστέον πρὸς τὸ πάθος, ὡς Ἀσκληπιάδης ὁ
φαρμακευτής. ἧλον ἐσταυρωμένον τῷ βραχίονι τοῦ πάσχοντος περίαπτε καὶ
ἀπαλλάξεις. Ζαλάχθης δὲ τάδε φησίν ‘ἴασπις λίθος ὁ προσαγορευόμενος
καπνίτης εἰς πάντα τὰ περὶ τὴν κεφαλὴν καὶ διάνοιαν συνιστάμενα
περιάπτεται’ καὶ παρατριβέντος δὲ τοῦ αὐτοῦ, ἐὰν συγχρίσηται τῷ
ὑγρῷ, ταῦτα δράσειεν (ἂν ἐναργῶς καὶ θαυμασίως. Ὀστάνης δέ
φησι κοράλλιον καὶ γλυκυσίδην καὶ στρύχνου ῥίζαν ἀνελόμενος σελήνης




Alexander Med., Therapeutica
Volume 1, page 573, line 6


νόσου καὶ μοχθηρᾶς ἀπαλλάξαι τὸν κάμνοντα. ἐγὼ δὲ φιλῶ πᾶσι κεχρῆσθαι.
διὰ δὲ τοὺς πολλοὺς τοὺς ἐν τῷ νῦν χρόνῳ ἀμαθεῖς ὄντας καταμέμφεσθαι
τοῖς χρωμένοις τοῖς φυσικοῖς, ἔφυγον συνεχῶς χρῆσθαι τοῖς φύσει δρᾶν
δυναμένοις καὶ ἔσπευσα τεχνικῇ μεθόδῳ περιγενέσθαι τῶν νοσημάτων.
καὶ οἶδα οὐ μόνον ἐπιληπτικὰς νόσους, ἀλλὰ καὶ ἄλλα νοσήματα πολλὰ
διὰ διαίτης καὶ φαρμακείας ἰαθέντα. διὸ καὶ νῦν βουλεύω καὶ τὸν
θέλοντα περιγενέσθαι τῆς ἐπιληψίας ταύτῃ μᾶλλον τῇ νῦν εἰρημένῃ
κεχρῆσθαι διαίτῃ καὶ φαρμακείᾳ, καὶ οὐκ ἀποτεύξεται. δραστηρίως δὲ
ποιοῦν πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἡλιακὸν εὗρον κῦφι πινόμενον μάλιστα
μετὰ κάθαρσιν. δεῖ δὲ καὶ ποτίζειν ἅπαξ ληγούσης σελήνης καὶ τοῦτο
ποιεῖν ἄχρι τελείας ἀπαλλαγῆς, οὐδὲν δὲ ἧττον, ὅτε καὶ θεραπευθῇ,




Alexander Med., Therapeutica
Volume 1, page 573, line 8

τοῖς χρωμένοις τοῖς φυσικοῖς, ἔφυγον συνεχῶς χρῆσθαι τοῖς φύσει δρᾶν
δυναμένοις καὶ ἔσπευσα τεχνικῇ μεθόδῳ περιγενέσθαι τῶν νοσημάτων.
καὶ οἶδα οὐ μόνον ἐπιληπτικὰς νόσους, ἀλλὰ καὶ ἄλλα νοσήματα πολλὰ
διὰ διαίτης καὶ φαρμακείας ἰαθέντα. διὸ καὶ νῦν βουλεύω καὶ τὸν
θέλοντα περιγενέσθαι τῆς ἐπιληψίας ταύτῃ μᾶλλον τῇ νῦν εἰρημένῃ
κεχρῆσθαι διαίτῃ καὶ φαρμακείᾳ, καὶ οὐκ ἀποτεύξεται. δραστηρίως δὲ
ποιοῦν πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἡλιακὸν εὗρον κῦφι πινόμενον μάλιστα
μετὰ κάθαρσιν. δεῖ δὲ καὶ ποτίζειν ἅπαξ ληγούσης σελήνης καὶ τοῦτο
ποιεῖν ἄχρι τελείας ἀπαλλαγῆς, οὐδὲν δὲ ἧττον, ὅτε καὶ θεραπευθῇ,
προφυλακῆς χάριν ἐπιδιδόναι αὐτὸ, μέχρις ἂν ἀσφαλῆ καὶ βεβαίαν
ἴδῃς ἀπαλλαγὴν τῆς νόσου καὶ μηδὲν αὐτῆς λείψανον ὑπολειπόμενον




Alexander Med., Therapeutica
Volume 1, page 601, line 11

σαντο καὶ μάλιστα τῇ καλουμένῃ ἱερᾷ, οὗτοι μανιωδεστέρους ἀπετέλεσαν
τοὺς κάμνοντας ἐπὶ τὸ ξηρότερον καὶ δριμύτερον παρατρέψαντες τὸ
αἷμα. βέλτιον οὖν ἐπὶ τῶν τοιούτων ἁπλουστέροις ἔτι ὑποκαθάραντας φαρ-
μάκοις καὶ ἄνευ τοῦ δύνασθαι θερμαίνειν τὸ πᾶν ἐπιτρέπειν τῇ ὑγραι-
νούσῃ τροφῇ. ἴστε δὲ καὶ ὑμεῖς, ὡς καὶ ἐγὼ τῶν οὕτω καμνόντων
πολλοὺς ἰασάμην διαίτῃ μᾶλλον ἢ φαρμακείᾳ χρησάμενος. ἔστω δὲ ἡ δίαιτα,
συντόμως εἰπεῖν, πτισάνη μάλιστα καὶ ἕωθεν παραλαμβανομένη μετὰ τῶν
κόκκων ἢ περὶ ὥραν δευτέραν. ἐν δὲ τῷ ἀρίστῳ καὶ τῶν ἰχθύων οἱ
πετραῖοι ἥ τε κατοικίδιος ὄρνις καὶ τὰ ἄλλα πτηνὰ χωρὶς τῶν ἐν τοῖς
ἕλεσι καὶ τῶν ὀστρακοδέρμων τὰ κτένια καὶ οἱ ἀστακοὶ καὶ οἱ ἐχῖνοι καὶ
τῶν λαχάνων ἡ θριδακίνη καὶ ἴντυβον παντοίως ἐσθιόμενα καὶ ἡ μαλάχη.




Alexander Med., Therapeutica
Volume 2, page 283, line 21

γινέσθω οὖν σοι σκοπὸς τοὺς μὲν πολλοὺς κενῶσαι, τοὺς δὲ μοχθηροὺς
καὶ κακοχύμους ἐπικεράσαι καὶ πραῧναι καὶ ἀσθενεῖς αὐτοὺς ποιῆσαι τῆς
ἑαυτῶν κακίας, καὶ μάλιστ' ἐὰν ὦσι χολώδεις καὶ μελαγχολικοὶ, τοὺς δὲ
φλεγματικοὺς λεπτῦναι, ἐάν σοι παχεῖς καὶ γλίσχροι φαίνωνται. εἰ μὲν οὖν
ἐν τῇ γαστρὶ μόνῃ πλεονάζουσιν ὠμοὶ χυμοὶ καὶ μὴ καθ' ὅλου τοῦ
σώματος ἐπιρρέουσιν, οὐ δεῖ τούτους φαρμακεύειν· ἀρκεῖ γὰρ αὐτοῖς καὶ
μόνη δίαιτα τελείαν παρασχεῖν θεραπείαν καὶ μεταβαλεῖν τοὺς ἐν αὐτῇ
περιεχομένους χυμούς. εἰ δὲ ἐξ ὅλου τοῦ σώματος ἐπιρρεῖ τῇ γαστρὶ,
τηνικαῦτα χρὴ βοηθημάτων μειζόνων· ἔσθ' ὅτε γὰρ καὶ φλεβοτομίας χρεία,
εἰ φαίνοιτό σοι πλεονάζειν αἷμα, καὶ καθάρσεως, ἐὰν ὑπάρχῃ κακοχυμία
πολλή. εἰ δὲ ἀμφότερα φαίνοιτο πλεονάζοντα, καὶ φλεβοτομεῖν καὶ καθαίρειν.




Alexander Med., Therapeutica
Volume 2, page 323, line 30

Εἰ δὲ μὴ διὰ πλῆθος σιτίων, ἀλλὰ διὰ κένωσιν ἢ δι' ἀτονίαν
γένοιτο τοῦ στομάχου προηγησαμένην, ἥτις καὶ κυρίως χολέρα καλεῖται
κένωσις ἄμετρος οὖσα διὰ γαστρὸς καὶ ἐμέτων, ὡς εἰρήκαμεν, κακωθέντα
καὶ ἀσθενῶς ἔχοντα τὸν στόμαχον τοῖς ῥωννύουσι καὶ ἀνακαλεῖσθαι δυνα-
μένοις, εἰ δύνασαι, καταπεπωκότα προσανακτήσασθαι διά τε διαίτης καὶ
φαρμακείας τοῦτο πράττοντα. εἴπωμεν οὖν πρότερον περὶ διαίτης, ἥτις
τοῦτο ποιεῖν πέφυκε, καὶ οὕτω περὶ τῶν ἔξωθεν ἐπιτιθεμένων ἀλειμμάτων.


Περὶ διαίτης.

Ἄρτος μὲν οὖν ἐπιτήδειος τούτοις πρό γε πάντων εἰς οἶνον διδόμενος
ἢ μυρτίτην ἢ ὀμφακόμελι ἢ Παλματιανὸν χωρὶς Σαρεφθίνου καὶ
μάλιστ', εἰ μὴ πυρέττοι ὁ κάμνων, ἀλλὰ καὶ κατεψυγμένος εἶναί σοι




Alexander Med., Therapeutica
Volume 2, page 439, line 7

μόνον, ἐφ' ὧν ἐκνεμομένου καὶ σηπεδονώδους ἕλκους τὰ διαχωρήματα
φαίνεται φερόμενα. ἐγὼ γοῦν τινα θεασάμενος τῶν σύντηξιν ἐσχηκότων καὶ
ὑπὸ τῶν προσφερομένων αὐτῷ τροχίσκων ἐπὶ πλέον παροξυνόμενον ἐκέλευσα
ταῦτα μὲν ἀπορρῖψαι, λουτροῖς δὲ μᾶλλον καταχρήσασθαι καὶ ἐμψύχουσιν
ἐδέσμασιν, οἷον πέπονι χωρὶς τῆς ἐντεριώνης καὶ ἰντύβοις καὶ βουλβίῳ
καὶ ἰσικῷ καὶ οὕτω διαιτηθέντα χωρὶς φαρμακείας ἀπήλλαξα τὸν κάμνοντα
τοῦ προσδοκηθέντος αὐτῷ θανάτου. καὶ ἄλλους δὲ πολλοὺς ἐκ διαίτης καὶ
μόνης οἶδα θεραπευθέντας ἐσχηκότας ἕλκη δυσίατα καὶ μεγάλα πρὸς τὴν
κρατοῦσαν ἁρμοσάμενος δυσκρασίαν. οὐ δεῖ οὖν, ὡς εἴρηται, σπουδάζειν,
εἰ μὴ νεμόμενον εἴη τὸ ἕλκος, ἔξωθεν, ἀλλὰ καὶ ἔσωθεν καταφαρμακεύειν
ἀντιδότοις τε καὶ τροχίσκοις τὸ σῶμα.




Alexander Med., Therapeutica
Volume 2, page 439, line 11

ἐδέσμασιν, οἷον πέπονι χωρὶς τῆς ἐντεριώνης καὶ ἰντύβοις καὶ βουλβίῳ
καὶ ἰσικῷ καὶ οὕτω διαιτηθέντα χωρὶς φαρμακείας ἀπήλλαξα τὸν κάμνοντα
τοῦ προσδοκηθέντος αὐτῷ θανάτου. καὶ ἄλλους δὲ πολλοὺς ἐκ διαίτης καὶ
μόνης οἶδα θεραπευθέντας ἐσχηκότας ἕλκη δυσίατα καὶ μεγάλα πρὸς τὴν
κρατοῦσαν ἁρμοσάμενος δυσκρασίαν. οὐ δεῖ οὖν, ὡς εἴρηται, σπουδάζειν,
εἰ μὴ νεμόμενον εἴη τὸ ἕλκος, ἔξωθεν, ἀλλὰ καὶ ἔσωθεν καταφαρμακεύειν
ἀντιδότοις τε καὶ τροχίσκοις τὸ σῶμα.
– – –

ἈΛΕΞΑΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ.



Περὶ ὑδέρου.

Ὁ ὕδερος ἕν τί ἐστι καὶ αὐτὸς τῶν χρονίων παθῶν ἐπὶ καταψύξει




Alexander Med., Therapeutica
Volume 2, page 487, line 12

καὶ οἱ βλαστοὶ τῆς τήλεως καὶ γλυκεῖα σταφυλὴ καὶ οἶνος γλυκὺς, οἷός
ἐστιν ὁ Βιθυνὸς καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐπικιρνᾶν δύναται καὶ παύειν δριμύτητα.


Περὶ τῆς διὰ ψῦξιν στραγγουρίας.

Εἰ δὲ διὰ ψυχρὰν δυσκρασίαν συμβῇ γενέσθαι τὸ τῆς στραγγουρίας
πάθος, ἀναγκαῖόν ἐστι τοῖς θερμαίνειν δυναμένοις κατά τε δίαιταν καὶ
φαρμακείαν κεχρῆσθαι. οἶνος τοίνυν θερμότερος τούτοις ἐστὶν ἐπιτήδειος
καὶ οἰνόμελι καὶ ἀψινθίατον καὶ ἀνίσατον πινόμενον καὶ ἐσθιόμενον. καὶ
ἐν λαχάνοις σέλινον καὶ πράσον δίεφθον καὶ δαῦκος καὶ πᾶν, ὃ θερμαίνειν
οἶδε χωρὶς τοῦ δάκνειν. ἀλοιφῇ δὲ κεχρήσθω τῷ ἀνηθίνῳ ἢ γλευκίνῳ ἢ
Μαρκιάτῳ καὶ τοῖς αὐτοφυέσιν ὕδασιν· ἔσθ' ὅτε δὲ καὶ σκορδίου καὶ
ἀρτεμισίας ἀπόζεμα πινόμενον ποιεῖ καλῶς πρὸς δυσουρίαν, ὅπου μή ἐστι




Alexander Med., Therapeutica
Volume 2, page 491, line 23

κατὰ τὴν σύστασιν καὶ μᾶλλον δριμὺ, γίνωσκε πιτυρώδη ἐκ τῶν φλεβῶν
εἶναι. εἰ δὲ τὸ οὖρον παχὺ κατὰ τὴν σύστασιν εἴη, γίνωσκε τὴν ψωρίασιν
τῆς κύστεως εἶναι. θεραπεύειν δὲ δεῖ τοῖς δυναμένοις καθαίρειν καὶ τελευταῖον
τοῖς ξηραίνουσι καὶ εἰς οὐλὴν ἄγουσι τὸ ἕλκος. ἔστι μὲν οὖν δυσχερὲς καὶ
ἐγγὺς ἀνιάτου, ὡς μηδὲν ἰσχύειν πρὸς τὸ πάθος βοήθημα. ὅμως δὲ δεῖ
βοηθεῖν καὶ μὴ ἀποκάμνειν, ἀλλὰ καὶ διαίτῃ καὶ φαρμακείᾳ καὶ παντὶ τρόπῳ
βοηθεῖν. τὸ γάλα τοίνυν τὸ ὄνειον πάνυ συνεχῶς διδόμενον τούτοις ὠφέλιμον.
εἰ δὲ μὴ παρῇ, καὶ τὸ αἴγειον διδόμενον καὶ πίνειν καὶ ἐσθίειν μὴ
μόνον, ἀλλὰ καὶ μετά τινος τῶν σιτωδῶν ἢ μετὰ ἄρτου ἢ μετὰ σεμιδάλεως
ἢ ἰτρίου ἢ ἄλικος ἢ χίδρου. ὠφελεῖ τούτοις καὶ ὠὰ ἁπαλώτατα καὶ πεπόνων
καὶ σικύων τὰ ἐντός. ἐν τροφῇ δὲ στρόβιλοι νεαροὶ καὶ σταφίδες καὶ τὸ




Alexander Med., Therapeutica
Volume 2, page 575, line 2



Περὶ τοπικῶν βοηθημάτων παρηγορεῖν δυναμένων.

Ταῦτα μὲν οὖν παρηγορεῖν οἶδε διδόμενα διὰ στόματος. πρὸς δὲ
τοὺς μὴ ἀντέχοντας, εἴτε διὰ τὸ τὸν στόμαχον πεπονθέναι καὶ μὴ
δύνασθαι κρατεῖν τι τῶν προσφερομένων, ἀλλ' εὐθὺς εἰς ἔμετον ὁρμᾶν, εἴτε
διὰ φόβον καὶ ὑποψίαν τινὰ φαρμακείας ἄλλης, ἐσπούδασα μὲν ἐκθέσθαι ὑμῖν,
ἃ καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ χρήσιμα ἡμῖν ἀπεδείχθη ὄντα. ἔχουσι δὲ οὕτω·


Κηρωτὴ ἐν τῇ ἀκμῇ τῶν παροξυσμῶν ἐπιτιθεμένη, ἀνωδύνους ποιοῦσα.

Κρόκου, ὀποῦ μήκωνος, ἀνὰ οὐγγ. δʹ, ἄρτου, κηροῦ, ἀνὰ λιτρ. αʹ,
ἐλαίου ξεστ. αʹ. τὸν κρόκον καὶ τὸν ὀπὸν ἀπόβρεχε ἐν οἴνῳ, τὸν δὲ
ἄρτον ὕδατι. καὶ ἐκπιέσας ἐπιμελῶς μίσγε τῷ ὀπῷ καὶ τῷ κρόκῳ προ




Alexander Med., Therapeutica
Volume 2, page 579, line 14

πεπέρεως μακροῦ . . . . . οὐγγ. ϛʹ
ναρδοστάχυος . . . . . . οὐγγ. βʹ
κυμίνου . . . . . . . . οὐγ. αʹ
σεσέλεως . . . . . . . οὐγ. αʹ.


Φυσικὰ διάφορα πρὸς ῥεύματα ποδῶν.

Ἐπειδή τινες οὔτε διαίτῃ προσκαρτερεῖν δυνάμενοι οὔτε φαρμακείαν
ἀνέχεσθαι φυσικοῖς τε καὶ περιάπτοις ἀναγκάζουσιν ἡμᾶς ἐπὶ ποδάγρας
κεχρῆσθαι, ὥστε τὸν ἄριστον ἰατρὸν πανταχόθεν εὔπορον εἶναι καὶ πολυ-
τρόπως βοηθεῖν ἅπασι τοῖς κάμνουσι, ἦλθον εἰς τοῦτο. πολλῶν δὲ ὄντων
τούτων ἡμῖν δρᾶν πεφυκότων, τὰ πειραθέντα διὰ τῆς μακρᾶς πείρας
γράφομεν.




Magica, Papyri magicae (5002: 001)
“Papyri Graecae magicae. Die griechischen Zauberpapyri, vols. 1–2, 2nd edn.”, Ed. Preisendanz, K., Henrichs, A.
Stuttgart: Teubner, 1:1973; 2:1974.
Preisendanz number 50,rec, line 4

Εἰαόθ,
Σαβα[ό]θ̣[..]
εκ...τα[ – ]
καὶ οἱ [κύ]ριοι α[ὐ]τῶν πρὸς [τῶν κλή-]
ρων Τύχης ἢ Δαίμονος πί[πτοντες]
εἰς τὸν περὶ φαρμακε[ί]ας, [αὐτοὶ κύ-]
ριοι τοῦ κλήρου ὄντες τὸ [αὐ]τὸ ποιήσου-
σι, Τύχης ἢ Δαίμονος καλῶς πιπτόν-
των. καὶ εἰς τὸν κλῆρον τόνδε Π[τα]ρχ[ν]ού[μεος]
ὁ περὶ φαρμακείας πίπτων τάδε ὅμοια
ἐνεργήσει. τὰ δὲ προκείμενα ἔσται[.]α̣ [ ].




Magica, Papyri magicae
Preisendanz number 50,rec, line 8

ρων Τύχης ἢ Δαίμονος πί[πτοντες]
εἰς τὸν περὶ φαρμακε[ί]ας, [αὐτοὶ κύ-]
ριοι τοῦ κλήρου ὄντες τὸ [αὐ]τὸ ποιήσου-
σι, Τύχης ἢ Δαίμονος καλῶς πιπτόν-
των. καὶ εἰς τὸν κλῆρον τόνδε Π[τα]ρχ[ν]ού[μεος]
ὁ περὶ φαρμακείας πίπτων τάδε ὅμοια
ἐνεργήσει. τὰ δὲ προκείμενα ἔσται[.]α̣ [ ].
[]σ[ – ]
[ – ] τοῦ Δαίμονος. ἐάν ποτε
[ – τ]ύχῃ τοῦ ἰδίου τόπου ἢ καὶ
....σα [ – ]κ.. ὑπὸ κακοποιῶν




Cyranides, Cyranides (1482: 001)
“Die Kyraniden”, Ed. Kaimakis, D.
Meisenheim am Glan: Hain, 1976.
Book 1, section 7, line 118

φυλλάξει σε.
Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς
ἀντιδίκους μου καὶ ἀήττητος ἤμην. ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτή-
ριον ἕξει ἀγαθὰ ὅσα οὐ προσδοκᾷ ἀπὸ τοῦ θεοῦ, καὶ ἔσται ἔντιμος
πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς
κινδύνου καὶ δαιμόνων καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ
ἁπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ προ-
ξενεῖ. ἔστι δὲ καὶ προγνωστικὸν, ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίστα-
ται.
Ἐνταῦθα τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν.

Στοιχεῖον θʹ. θύρσις βοτάνη, θὺρ πτηνόν, θυρσίτης λίθος




Cyranides, Cyranides
Book 2, section 6, line 12

καλῶς· καὶ ἐκ τούτου κατάπλασσε σπληνικούς, ἡπατικούς, ὑδρωπικούς,
ὁμοίως καὶ ὑδροκοίλους καὶ ποδαλγούς, καὶ πάραυτα μεγάλως ὠφελή-
σεις. τοῦτο κρύβε ὡς μέγα δῶρον.
Ἐὰν δὲ τὴν κόπρον λειώσας σὺν ὄξει χρίσῃς τινὰ τόπον ἢ ἀγγεῖον
μελιτηρόν, μύρμηκες ἐν αὐτῷ οὐχ ὑπερβήσονται. ὄνυχες δὲ βοῶν ἐκζε-
σμένοι, μετὰ σινάπεως ἐσθιόμενοι ἀντιτάσσονται πᾶσαν φαρμακείαν ὡς
οὐδὲν ἄλλο.
Ἡ δὲ βοεία χολὴ σὺν ἀλεύρῳ ὀροβίνῳ χριομένη, ἰόνθους ῥήγνυσιν
καὶ στίλβει πρόσωπον. ἡ δὲ κόπρος καπνιζομένη ὑπὸ τὸν δίφρον τῆς
κυούσης ὠκυτόκιός ἐστιν καὶ τὰ δευτέρια κατάγει καὶ ἐκβάλλει.




Cyranides, Cyranides
Book 2, section 11, line 27

καὶ ἰκτερικοὺς καὶ αἱμοπτοϊκοὺς ὠφελεῖ. σὺν δὲ γάλακτι γυναικείῳ
ἀρρενοτόκῳ καὶ ὀφθαλμῶν αἴρει τραχώματα. τὸ δὲ ἧπαρ αὐτοῦ ξηρὸν
λεῖον μετὰ ἀρσενικῆς σχιστῆς ἐν πόσει δοθὲν σὺν οἴνῳ ἐν βαλανείῳ
βῆχα καὶ κυνάγχην ἄκρως ἰᾶται. ὁ δὲ μυελὸς αὐτοῦ σὺν τῷ ἀπὸ τῶν
ὀφθαλμῶν αὐτοῦ ἐκρινομένῳ ῥύπῳ πινόμενος θηριοδήκτοις βοηθεῖ, καὶ
πάσῃ φαρμακείᾳ ἀντιτάσσεται. ἐπὶ δὲ δέρματος ἐλάφου ἐάν τις καθεύ-
δῃ, οὐ βλαβήσεται ὑπὸ ἑρπετοῦ ἰοβόλου.

Περὶ ἐχίδνης.

Ἔχιδνά ἐστιν ζῷον συρτὸν πᾶσι γνωστόν.
Τοῦτο ζῶν ἀγρευόμενον παρὰ τῶν ἰδιωτῶν, διαιρούμενον μέρους τι-
νὸς τοῦ πρὸς τῇ κεφαλῇ καὶ μέρους τινὸς τοῦ πρὸς τῇ οὐρᾷ ὡς μὴ ἀπο




Cyranides, Cyranides
Book 3, section 1a, line 9

Τούτου ἡ χολὴ σὺν χυλῷ πρασίου καὶ ὀπῷ βαλσάμου καὶ μέλιτος λει-
ωθεῖσα καὶ ἐπιχρισθεῖσα, πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν καὶ ὑπόχυσιν
ὀφθαλμῶν ἰᾶται. τὰ δὲ πτερὰ αὐτοῦ θυμιώμενα, ληθαργικοὺς καὶ ὑστε-
ρικὴν πνιγάδα καὶ φρενιτικὴν ἰῶνται. οἱ δὲ ὄνυχες αὐτοῦ καέντες
καὶ λειωθέντες σὺν οἴνῳ παλαιῷ καὶ ἐπιχριόμενοι, σταφυλῆς πόνον
θεραπεύουσι. πινόμενοι δὲ τοὺς δεδεμένους ἐν φαρμακείαις λύουσιν.
Ἐὰν δὲ γυνὴ τὸν μυελὸν τοῦ ζῴου πίῃ, ἐπιθήσῃ δὲ καὶ ὀλίγον ἐξ
αὐτοῦ τῷ τῆς μήτρας στομίῳ, ἀσύλληπτος γίνεται. τὰ δὲ ὀστᾶ αὐτοῦ
καέντα καὶ λειωθέντα ἔχε ὡς ξηρίον καὶ ἐπίπασσε. ἰᾶται γὰρ ὠτῶν
ἕλκη ἐπιπασσόμενον, καὶ εἰς ὀδονταλγίας ὠφέλιμον γίνεται σὺν οἴνῳ
κλυζόμενον.




Sextus Julius Africanus Hist., Cesti (fragmenta) (2956: 002)
“Les “Cestes” de Julius Africanus”, Ed. Vieillefond, J.–R.
Florence: Sansoni, 1970.
Book 1, chapter 2, line 15

σωποι τὸ πλέον μὲν ἄνεμος ἠδίκησεν καὶ ἥλιος. Ἴσον ἐποίησεν Λεω-
νίδαν ταῖς πεντακοσίαις μυριάσιν ἡ τῶν Πυλῶν στενοχωρία. Συνέδρα-
μεν εἰς Μαραθῶνα κατὰ Περσῶν Ἀθηναίοις ὁ Πάν. Ξέρξην δὲ Θεμι-
στοκλῆς Ἑλλάδος ἐξήλασε ψεύσματι. Χρίουσι τὰ βέλη τινὲς φαρμά-
κοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τί-
θενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακεύουσι τὰ
φρέατα πολλοί. Ἀλανοὺς δὲ εἷλεν Ἀλέξανδρος ἐλλέβορον γεωργῶν.
Οὕτως οὐκ ἐκ τοῦ φανεροῦ μόνον ἐπιχειρητέον τοῖς ἀνθεστηκόσιν,
ἀλλὰ γὰρ πολλαῖς τισι κατὰ τῶν πολεμίων καὶ ταῖς λανθανούσαις
τέχναις στρατηγητέον. Ἐπινενόηται γοῦν Καρχηδονίων παλαιὸς οὗτος
νόμος, ὅτι τοὺς στρατηγοὺς βουλευσαμένους μὲν τὰ ἄριστα, εἰ καὶ
C. Stirling Bartholomew
timothy_p_mcmahon
Posts: 259
Joined: June 3rd, 2011, 10:47 pm

Re: φαρμακεία

Post by timothy_p_mcmahon »

Thans, Stirling.

You've given me plenty of homework!
Post Reply

Return to “Word Meanings”