Eusebius, Commentary on Isaiah

EricSowell
Posts: 35
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell » August 22nd, 2015, 2:37 pm

A few words to supplement Alpheios:

ἐπιστυπτικός - astringent, dry
ἑρμηνευτής, -οῦ, ὁ - interpreter
προαποδίδωμι - I set out before, explain previously; admit as premiss, allow before
φωνευτής, -οῦ, ὁ - executioner

Ken M. Penner
Posts: 736
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner » August 22nd, 2015, 3:56 pm

For our next passage, could we skip ahead to Commentary 1.43, where Eusebius discusses Isaiah 7:4, 9.
Commentary 1.43 wrote:Ἔδει γὰρ καὶ τὸν υἱὸν τοῦ προφήτου μὴ συνδιαφθαρέντα τῷ πλήθει ἐναπομείναντα δὲ τῇ πατρικῇ διδασκαλίᾳ μαθητεύεσθαι ἐξ ἐκείνου τῷ πατρί, διὰ τοῦ παρεῖναι αὐτῷ θαρσαλέως προσιόντι καὶ πράττοντι τὰ κεκελευσμένα, φάναι δὲ τῷ Ἄχαζ συναντήσαντα, ἃ προστάττει ὁ θεός· Φύλαξαι τοῦ ἡσυχάσαι, κατὰ δὲ τὸν Ἀκύλαν· φύλαξαι καὶ ἡσύχασαι, κατὰ δὲ τὸν Θεοδοτίωνα· πρόσεχε καὶ ἡσύχασον. θαρσῶν φησι τῷ λόγῳ τοῦ θεοῦ ἄτρομος ἔσο καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν οὐδαμῶς μὲν φῶς ἐχόντων, δαλῷ δὲ μόνον ἐσβεσμένῳ καὶ καπνιζομένῳ ἐοικότων· τοιοῦτοι γάρ τινές εἰσιν οἱ δύο βασιλεῖς, ὧν ἐν φόβῳ καὶ ἀγωνίᾳ καθέστηκας. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ παιδευτική μου δύναμις, ἣν ὀργὴν εἴωθεν ἀποκαλεῖν τὰ λόγια, μετῆλθεν ὑμᾶς τὸ πρότερον εἰς ἔλεγχον τῶν νομιζομένων ὑμῖν θεῶν, οἷς ἐθαρσεῖτε μὲν αὐτοί, οἳ δὲ τὸ μηθὲν ὄντες ἀπηλέγχοντο, ὁπηνίκα ὑποχειρίους ὑμᾶς εἷλον οἱ πολέμιοι. ὅμως ἐπεὶ μή ἐστιν ἡ ἐμὴ ὀργὴ παράμονος ὡς ἀγαθὸς θεὸς αὐτὸς καὶ τὸ πρῶτον παίσας ὑμᾶς ἐπὶ τῷ συμφέροντι· καὶ νῦν αὖθις πᾶν τὸ νοσῆσαν ὑμῶν ἰάσομαι, εἰ ἐπιστραφέντες τῆς προτέρας πλάνης μάθετε ἀληθῶς εὐσεβεῖν. ...
ταῦτα τῷ προφήτῃ λέγειν ὁ θεὸς προσέταττεν αὐτῷ τε τῷ Ἄχαζ καὶ τῷ ὑπ' αὐτὸν λαῷ· παρορμῶν αὐτοὺς πρὸς ἑαυτὸν ἐπιστρέφειν, πιστεύειν τε καὶ μὴ διαπιστεῖν τοῖς εἰρημένοις. διὸ τοῖς πᾶσιν ἐπιφέρει λέγων· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. ὁ μὲν οὖν τοῦ θεοῦ λόγος οὐκ εἰς μακρὸν τέλους ἐτύγχανεν· συμπληρουμένου γὰρ τοῦ προλεχθέντος χρόνου, καὶ ἡ Δαμασκὸς καὶ ἡ Σαμάρεια, οἵ τε τούτων ἡγεμόνες ἥλωσαν ὑπὸ τοῦ τῶν Ἀσσυρίων βασιλέως. ταῦτα μὲν οὖν ὧδέ πη τὴν προφητείαν ἐπιστοῦτο διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τά γε μὴν ἑξήκοντα καὶ πέντε ἔτη φασὶν Ἑβραίων παῖδες ἐπ' ἀκριβὲς συμπληροῦσθαι, εἴ τις ἀριθμεῖν ἄρξαιτο τοὺς χρόνους ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς τοῦ Ὀζίου βασιλείας. προφητεύει μὲν γὰρ κατὰ ταὐτὸν ὁμοῦ τῷ Ἠσαίᾳ καὶ Ἀμὼς ὁ προφήτης· θεσπίζει δὲ πρῶτος ὁ Ἀμὼς τὴν μέλλουσανσυμβήσεσθαι αἰχμαλωσίαν τοῦ Ἰσραὴλ λέγων· «ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ». καὶ κατὰ τῆς Σαμαρείας δὲ ὁ αὐτὸς προφητεύει ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα «πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ». φασὶν δὲ τὸν σεισμὸν τοῦτον εἶναι τὸν γενόμενον ἐπὶ Ὀζίου, ὅτε εἰσελθὼν εἰς τὸ ἁγίασμα ἐπὶ τῷ θῦσαι «ἐλεπρώθη», καὶ ἐξεχύθη ἡ πιότης τοῦ θυσιαστηρίου σεισμοῦ γενομένου. «πρὸ δύο» τοίνυν «ἐτῶν τοῦ σεισμοῦ»
προφητεύσαντος τοῦ Ἀμὼς κατὰ τῆς Σαμαρείας καὶ κατὰ τῆς Ἰερουσαλὴμ προσήκει φασὶν ἐξ ἐκείνου δεῖν ἄρχεσθαι τὰ ἑξήκοντα καὶ πέντε ἔτη συνάγειν. γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἴκοσι ἑπτά, ἐπειδὴ τὰ πάντα «δύο καὶ πεντήκοντα ἔτη βασιλεῦσαι» μνημονεύεται τῶν δὲ κατὰ τὸ πέμπτον καὶ εἰκοστόν. πρῶτος Ἀμὼς τὰ περὶ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας ἐθέσπισεν, ἔπειτα «Ἰωαθὰμ ἔτη δέκα ἓξ» καὶ «Ἄχαζ» ὁμοίως «ἔτη δέκα ἕξ». εἰ τὰ τῆς Ἑζεκίου βασιλείας ἔτη ἓξ ὁμοῦ τὰ πάντα συνάγεται εἰς ἔτη ἑξήκοντα καὶ πέντε· ἕκτῳ γοῦν ἔτει Ἑζεκίου ὁ Ἰσραὴλ τὴν ὑστάτην ὑπέμεινεν αἰχμαλωσίαν. ταῖς προφητείαις ἀκολούθως σημεῖον δὲ αὐτῷ δώσειν ἐπαγγέλλεται, δι' οὗ σωθήσεσθαι ἔμελλεν· ὁ δὲ σκληροκάρδιος ὢν καὶ τῇ δαιμονικῇ πλάνῃ βεβαπτισμένος ἀναίνεται καὶ παραιτεῖται τὸ τοῦ θεοῦ σημεῖον, κἂν τούτῳ τὸ ἄπιστον καὶ ἀνυπότακτον ἑαυτοῦ δεικνύς. ἰστέον ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ὄγδοος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.
Ken M. Penner
St. Francis Xavier University

EricSowell
Posts: 35
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell » August 22nd, 2015, 5:47 pm

You've got specific content goals, I'm just trying to improve my Greek. You drive :)

EricSowell
Posts: 35
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell » September 7th, 2015, 1:16 am

Okay...so I was super slow. I'll read much faster next time!

A few words that weren't handled well by Alpheios:
ἐναπομείνω - remain in
ἔσο - present middle imperative 2nd sg of εἰμί
παράμονος - constant, steadfast, permanent
τόμος - scroll, volume

What's our next reading?

Ken M. Penner
Posts: 736
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner » September 7th, 2015, 8:35 am

EricSowell wrote:What's our next reading?
Let's continue with 1.44
Ἀντὶ τοῦ· εἰς βάθος ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχος αἴτησαί φησι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ εἰς ὕψος ἄνω, ὁ δὲ Ἀκύλας· ἐπερώτησον σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ μετεώρισον εἰς ἄνω, ὁ δὲ Θεοδοτίων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ ὕψωσον ἄνω. νοήσομεν δέ γε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ἐκ τῆς παρὰ Μωϋσεῖ γραφῆς· τῶν γὰρ ἐν Αἰγύπτῳ διὰ Μωϋσέως γενομένων σημείων, περὶ ὧν εἴρηται· «ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε», τὰ μὲν ἀπὸ γῆς ἐτύγχανεν ὡς «οἱ βάτραχοι καὶ αἱ ἀκρίδες καὶ οἱ σκνῖφες καὶ ἡ κυνόμυια», τὰ δὲ ἐξ οὐρανοῦ ὡς «ἡ χάλαζα καὶ τὸ πῦρ τό τε τριήμερον σκότος». εἴποι δ' ἄν τις καὶ τὸ ἐπὶ Ἑζεκίου γενόμενον σημεῖον ἐξ οὐρανοῦ γεγονέναι, «ὅτε ἀναποδίσαντος τοῦ ἡλίου ἔδραμεν εἰς τὰ ὀπίσω ἡ σκιὰ τοὺς δέκα ἀναβαθμούς». ἐκ βάθους δὲ ἦν σημεῖον καὶ τὸ ἐπὶ Σαοὺλ γενόμενον, ὅτε Σαμουὴλ μετὰ θάνατον αὐτοῦ προμηνύει. ὁμοίως ἐκ βάθους ἦν «σημεῖον Ἰωνᾶς» «ἐκ τῆς κοιλίας τοῦ κήτους» προϊὼν καὶ Νινευίταις ἀλλοφύλοις ἀνδράσιν κηρύττων. κελεύεται τοίνυν ὁ Ἄχαζ σημεῖον αἰτῆσαι, δι' οὗ σωθήσεσθαι ἔμελλεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ λαός. ἐξουσίαν τε αὐτῷ δίδωσιν ὁ θεὸς αἱρέσεως τοῦ σημείου, εἴτ' ἐκ βάθους αἰτήσειεν αὐτῷ δοθῆναι τοῦτο, ἐκ βάθους οὐχ ἑτέρου ἢ τοῦ κατὰ τὸν ᾅδην· εἴτ' ἐξ ὕψους, καὶ αὐτῶν τῶν ἄνω μετεώρων. ὁ δὲ ἀκούσας ἀναίνεται, ἅτε δὴ ἀσεβὴς ὢν καὶ μὴ πειθαρχῶν τῷ θεῷ κελεύοντι μηδὲ θέλων ἀπόπειραν λαβεῖν τῆς τοῦ θεοῦ παραδοξοποιοῦ δυνάμεως. διό φησιν· Οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον. εἶθ' ὁ προφήτης ἐπὶ τῇ τοῦ ἀνδρὸς ἀπονοίᾳ σχετλιάσας ἐξ οἰκείου προσώπου τὰ ἑξῆς ἐπιλέγει φάσκων· Ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἐκάλει δὲ καὶ ἐν τοῖς ἀνωτέρῳ οἶκον Δαυὶδ τοὺς ἐκ τῆς διαδοχῆς Δαυὶδ κατάγοντας τὸ γένος, ἐν οἷς ἔλεγεν· «καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυίδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ», πρὸς τὸν αὐτὸν τοίνυν οἶκον Δαυὶδ τὰ προκείμενα φάσκει μηκέτι τοῦ λόγου καταξιῶν τὸν Ἄχαζ. τίνα δέ ἐστιν ἃ πρὸς τὸν οἶκον Δαυὶδ ἀποκρίνεται; μὴ μικρόν φησίν ἐστιν τὸ παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἀνθ' ὧν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον· ἀκούσατε δή, οἶκος Δαυίδ· μήτι ὀλίγον μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καίγε τὸν θεόν μου; ὁ δὲ Σύμμαχος· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου; ὁ δὲ Θεοδοτίων· καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ἐξ ὑμῶν ἀγῶνα παρέχειν ἀνθρώποις, ὅτι ἀγῶνα παρέχετε καίγε τῷ θεῷ μου; ἔστι δὲ ὁ νοῦς τῶν προκειμένων τοιοῦτος· οὐ παύσεσθέ ποτε τοῖς τοῦ θεοῦ ἀνθρώποις, λέγω δὲ τοῖς τοῦ θεοῦ προφήταις, κόπους καὶ μόχθους καὶ ἀγῶνας τοὺς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες, ἀλλὰ δὴ καὶ αὐτὸν τὸν ἐμὸν θεόν, ὃν ὑμεῖς ἀγνοεῖτε, κοποῦτε σκυλμοὺς καὶ ἀγῶνας παρέχοντες τῷ μὴ βούλεσθαι πιστεύειν αὐτοῦ ταῖς ἐπαγγελίαις. ὁ μὲν γὰρ οἷα θεὸς δι' ὑπερβολὴν φιλανθρωπίας σωτήριον σημεῖον αἰτεῖν παρ' αὐτοῦ προστάττει, δι' οὗ μέλλετε σωθήσεσθαι καὶ τῆς τῶν δύο βασιλέων τῶν ἐπιστρατευσάντων ὑμῖν ἀγωνίας ἀπαλλάττεσθαι. ὑμεῖς δὲ ἐπιμένοντες τῇ ἑαυτῶν μοχθηρίᾳ ἀγῶνα παρέχετε αὐτῷ καὶ κόπους ὁμοίως τοῖς αὐτοῦ προφήταις καὶ αὐτῷ χρώμενοι οἷς ἀπιστοῦντες ἐπιβουλὰς ἐμηχανήσασθε κατ' αὐτῶν πολλάκις.
Πλὴν εἰ καὶ ὑμεῖς τοιοῦτοι, ἀλλ' αὐτὸς πάλιν οἷα θεὸς μιμούμενος ἑαυτὸν οὐ παρίησιν ὑμᾶς ἀπολλυμένους, τὸ δὲ σωτήριον σημεῖον καὶ μὴ βουλομένοις ὑμῖν παρέξει. τί δὲ τοῦτό ἐστιν; παράδοξόν τι θαῦμα ἔσται ποτὲ ἐν ἀνθρώποις καὶ σημεῖον μηδέποτε ἀκουσθὲν ἐκ τοῦ παντὸς αἰῶνος· παρθένος γὰρ κυήσει δίχα τῆς πρὸς ἄνδρα κοινωνίας καὶ θεὸν γεννήσει, σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους. τοῦτον οὖν αὐτὸν τὸν μέλλοντα τοιαύτης λαγχάνειν γενέσεως θεὸν σημεῖον ὑμῖν σωτήριον ἐντεῦθεν
ἤδη ὁ θεὸς παρέχει. ὃ δὴ καὶ εἰς βάθος ἐκταθήσεται καὶ εἰς ὕψος· εἰς βάθος μὲν δι' ἣν ποιήσεται μέχρις ᾅδου κατάβασιν, εἰς ὕψος δὲ διὰ τὴν εἰς οὐρανοὺς ἐπάνοδον. σὺ τοιγαροῦν, ὁ οἶκος Δαυίδ, ἐντεῦθεν ἤδη κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς παρόντας πολεμίους συμβολῆς ἀνακαλοῦ τοῦτον Ἐμμανουὴλ ἐπονομάζων, ὅπερ ἐκ τῆς
ἑρμηνείας τὴν τοῦ λόγου παρίστησι δύναμιν· μεθ' ἡμῶν γὰρ ὁ θεὸς δηλοῖ τοὔνομα. πιστεύων δῆτα τῷ σημείῳ θάρσει καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ Δαμασκοῦ μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σαυτῷ, τὸν δὲ Ἐμμανουήλ, ὡς ἂν θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει. ἔνθα δὴ γενομένους ἐπιστῆσαι προσήκει ὡς ἀκριβῶς ἡ προφητεία τῷ οἴκῳ Δαυὶδ προστάττει τὸν ἐκ τῆς παρθένου γενησόμενον Ἐμμανουὴλ καλεῖν λέγουσα· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· σὺ γὰρ αὐτός, ὁ οἶκος Δαυίδ, ὁ νῦν τῷ προφήτῃ παρὼν καὶ τούτων ἀκροώμενος τῶν λόγων τὸν
θεσπιζόμενον καλέσεις Ἐμμανουήλ, ὡσεὶ σαφέστερον ἔλεγεν· ἐπικαλοῦ βοηθὸν σεαυτῷ συνεχῶς καὶ πολλάκις Ἐμμανουὴλ ὀνομάζων καὶ ὡς συνόντα σοι θεὸν
τοῦτον ἀνακαλούμενος. εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ παρθένος τοῦτον κυήσει καὶ τέξεται. ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, παρ' ᾧ καὶ ἑτέρῳ τότε χρήσεται ὀνόματι σωτηρίας ἐπωνύμῳ. ἀλλ' ἐντεῦθεν ἤδη, σύ, ὁ οἶκος Δαυίδ, ἀγαθὸν σύνθημα παρὰ κυρίου λαβὼν ἀνακαλοῦ αὐτὸν Ἐμμανουὴλ ὀνομάζων· σωτηρίαν γάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει ἐπίκλησις. εἰ μὲν οὖν εἴρητο· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτως τ' ἂν ἀμφιλογίαν εἶχεν ὁ λόγος, ἐπεὶ μὴ Ἐμμανουήλ, ἀλλὰ «Ἰησοῦς τὸ ὄνομα κέκληται» τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντος πρὸς τὸν Ἰωσήφ· «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν». εἰ οὖν «Ἰησοῦς», ἀλλ' οὐχὶ Ἐμμανουὴλ τὸ ἐπώνυμον εἴληφεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ τῆς παρθένου γενόμενος κατὰ τὴν προφητείαν, πῶς ἂν ἐπηλήθευσεν τὸ λόγιον φῆσαν· καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ; διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων ἀνθρώπων τούτῳ καλεῖσθαι τῷ προσρήματι, ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος καὶ καλέσεις περιέχει. σὺ γάρ, ὁ οἶκος Δαυίδ, δι' ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς πολεμίους συμβολῆς Ἐμμανουὴλ κάλει καὶ τῆς τῶν πολεμίων ἐλευθερίας ἐπιγράφου τοῦτον αἴτιον, ἐκ παρθένου μὲν γενησόμενόν ποτε, ἤδη δὲ θεὸν ὄντα καὶ μεθ' ἡμῶν ὄντα, ἐντεῦθέν τε ἤδη τὰ μεγάλα σοι πρὸς σωτηρίαν χαριούμενον. εἰ πιστεύων τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῖο βοηθὸν Ἐμμανουὴλ ὀνομάζων· τοιαύτης γὰρ ὥσπερ ἐπῳδῆς τινος χρεία σοι πρὸς τὸ μὴ δαίμοσιν βοηθοῖς προσέχειν, μόνον δὲ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι καὶ διὰ τούτου σῴζεσθαι. οὗτος δεῖν αὐτὸς ὁ ταῦτα διὰ τοῦ προφήτου χρηματίζων, καὶ ταῦτα μὴ νοήσαντές τινες ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀντὶ τοῦ καλέσεις «καὶ καλέσουσιν» πεποιήκασιν, οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως· ἥ τε γὰρ Ἑβραϊκὴ φωνή, ταύτῃ τε καταλλήλως ἅπαντες οἱ ἑρμηνευταὶ καὶ καλέσεις ἐκδεδώκασιν. ἀντὶ δὲ τοῦ· ἡ παρθένος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς νεᾶνις ὠνόμασται. οὐδὲν δ' ἂν κωλύῃ καὶ νεᾶνιν λέγεσθαι τὴν παρθένον· εἰκὸς γὰρ μὴ ἀτελῆ παῖδα τὴν ἁγίαν παρθένον τὴν τὸν σωτῆρα κυήσασαν, νεᾶνιν δὲ τὴν ἡλικίαν καὶ τελείαν κόρην γεγονέναι. τοῦτο μὲν οὖν τὸ θαῦμα καιρῷ ... γενέσθαι θεσπίζει, πρὸς δὲ τὸν οἶκον Δαυὶδ σωτῆρος καὶ βοηθοῦ χρείαν ἔχοντα ἀναγκαίως ἐλέγετο· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ἐπικαλοῦ τοίνυν αὐτὸν οὐ πόρρω ἑστῶτά φησι, διὰ παντὸς δὲ παρόντα καὶ συνόντα τοῖς ἐπικαλουμένοις αὐτόν. Εἰ δὲ θαυμάζεις θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τροφῇ νηπιώδῃ χρήσεται· οὐ γὰρ κατά τινα φαντασίαν ὀφθήσεται ἀνθρώποις, οὐδὲ τῷ δοκεῖν ἔσται τὸ γινόμενον, ἀλλ' ἀληθῶς τοιαύτην ὑπομενεῖ γένεσιν, ὡς κοινωνῆσαι νηπιώδῃ τροφῇ, βουτύρῳ λέγω καὶ μέλιτι ὁμοίως τοῖς λοιποῖς βρέφεσιν.
Ken M. Penner
St. Francis Xavier University

EricSowell
Posts: 35
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell » September 12th, 2015, 12:53 pm

That was long...but good! A few things Alpheios had trouble with, just in case someone finds it useful:

σκνῖφες = σκνίψ, σκνιπός/σκιφός - small fly, gnat
κυνόμυια/κυνάμθια - dog fly
προξενέω - to be; procure, effect
καταλειφθήσεται - to be left behind, (LXX Isa 7:16)
ἥκασιν - perf act ind 3rd pl of ἥκω (LXX Isa 7:17)

Reading this can sometimes be difficult but it's fun. It seems to be easier than it was at first. And Alpheios is a huge timesaver.

Next?

Ken M. Penner
Posts: 736
Joined: May 12th, 2011, 7:50 am
Location: Antigonish, NS, Canada
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Ken M. Penner » September 13th, 2015, 1:30 pm

Comm. Isa. 1.48 wrote:Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις, περὶ ὧν ἐλέγετο· «ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν», ἐπαναλαμβάνει τὴν διάνοιαν τὴν περὶ τῆς γενέσεως τοῦ Ἐμμανουήλ, περὶ οὗ τῷ οἴκῳ Δαυὶδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ Ἐμμανουὴλ ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντας καὶ πιστεύοντας δι' αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς «δύο βασιλέων», ἐπαναλαμβάνει δὲ ἀναγκαίως, ἐπειδὴ γὰρ ἐδίδαξεν τὸν Ἐμμανουὴλ ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γένεσιν· μὴ ἐξ ἀνδρὸς γὰρ καὶ γυναικός, ἀλλ' ἐξ ἀδιαφθόρου «νεάνιδος» καὶ ἐξ ἀπειρογάμου «παρθένου» τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτὸς ὁ κύριος, οὐκέτι τῷ Ἄχαζ οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ' αὐτῷ μόνῳ τῷ προφήτῃ τὸ μυστήριον ἀνακαλύπτει τῆς ἀπορρήτου γενέσεως τοῦ Ἐμμανουήλ, καί πως «ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν». ὃ δὴ διασαφῶν αὐτὸς ὁ κύριός φησιν· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. ἵνα δὲ ταῦτα μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν τότε χωρήσῃ, φυλαχθείη δὲ ἐν ἀπορρήτῳ γραφῇ, παρακελεύεται τῷ προφήτῃ λαβεῖν τόμον καινὸν καὶ μέγαν, ἢ τεῦχος ἢ διφθέρωμα ἢ κεφαλίδα κατὰ τοὺς λοιπούς, γράψαι τε ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦτ' ἔστιν τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην θεοῦ γραφήν, οὐ γραφίδι ἀνθρώπου γραφομένην, ἀλλὰ δυνάμει τοῦ θεοῦ λόγου τοὺς ἀξίους «ἀπογραφομένου ἐν βίβλῳ ζώντων», νυνὶ δὲ γραφίδι ἀνθρώπου τῷ προφήτῃ προστάττει γράψαι ἐν αὐτῷ ὑπὲρ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. αὐτὸς γοῦν ἦν ὁ καὶ πάλαι «ἰσχυρὸν» τὸν διάβολον «καταδήσας καὶ τὰ σκῦλα αὐτοῦ διαρπάσας».
Ken M. Penner
St. Francis Xavier University

EricSowell
Posts: 35
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell » September 20th, 2015, 9:23 pm

Was looking up τόμος in Lampe and it has this as the 3rd meaning: "met., of BMV; as book of new covenant..." Anyone know what BMV is?

Stephen Carlson
Posts: 2649
Joined: May 11th, 2011, 10:51 am
Location: Melbourne
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by Stephen Carlson » September 20th, 2015, 10:15 pm

EricSowell wrote:Was looking up τόμος in Lampe and it has this as the 3rd meaning: "met., of BMV; as book of new covenant..." Anyone know what BMV is?
"Beata Maria Virgo" = Blessed Virgin Mary.
Stephen C. Carlson, Ph.D.
Melbourne, Australia

EricSowell
Posts: 35
Joined: December 5th, 2011, 3:03 pm
Contact:

Re: Eusebius, Commentary on Isaiah

Post by EricSowell » September 24th, 2015, 12:44 pm

Ready for the next reading. Forgot to say so the other day...what's next?

Post Reply

Who is online

Users browsing this forum: No registered users and 1 guest