Gramatical Exegesis: Oecumenius Commentary on the Apocalypse

Post Reply
Stirling Bartholomew
Posts: 834
Joined: August 9th, 2012, 4:19 pm

Gramatical Exegesis: Oecumenius Commentary on the Apocalypse

Post by Stirling Bartholomew » January 9th, 2019, 4:34 pm

Encountered an example of Gramatical Exegesis while reading Oecumenius.

Oecumenius Commentary on the Apocalypse Ch 6:9 (english J. N. Suggit p.97)

καὶ ὅτε φησὶν ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ
τὰς ἑαυτῶν φωνάς. ἑπτὰ λέγει βροντᾶς τὰ ἑπτὰ
λειτουργικὰ πνεύματα ὧν ἐν τοῖς ἔμπροσθεν μνήμην
πεποίηται, διὸ μετὰ τοῦ ἄρθρου τέθειται· αἱ ἑπτά φησι
βρονταί, πρὸς ἐκεῖνα τὰ ἑπτὰ πνεύματα τὴν ἀναφορὰν ἔχουσαι.

Oecumenius ties the seven thunders to the seven spirits, mentioning the use of the definite article.
0 x


C. Stirling Bartholomew

Stirling Bartholomew
Posts: 834
Joined: August 9th, 2012, 4:19 pm

Re: Gramatical Exegesis: Oecumenius Commentary on the Apocalypse

Post by Stirling Bartholomew » January 10th, 2019, 1:50 pm

More of the same:

Oecumenius Commentary on the Apocalypse Ch 6:11:7-8 (English J. N. Suggit p.102)

οὗτοί φησίν εἰσιν
αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου ἐπὶ
τῆς γῆς ἑστῶσαι. Ζαχαρίας ὁ θεσπέσιος προφήτης εἶδε
λυχνίαν, ἑπτὰ λύχνους ὑπερείδουσαν, καὶ δύο κλάδους ἐλαιῶν,
ἀλλὰ τοὺς κλάδους ἑστῶτας ἐν δύο λύχνων μυξωτῆρσιν,
οὕτω πως λέγων· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς
χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν· καὶ ἤκουσε παρὰ τοῦ
χρηματίζοντος ἀγγέλου τοὺς υἱούς τ' εἶναι τῆς πιότητος, οἳ
παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἆρα οὖν μὴ περὶ
αὐτῶν καὶ νῦν λέγει; τὸ γὰρ μετὰ τῶν ἄρθρων κεῖσθαι
οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι· καὶ αἱ δύο λυχνίαι, πρός τι
ὁμολογημένον σημαινόμενον τὴν δήλωσιν ποιεῖται, πλὴν ὅτι
τοὺς ἐκεῖ δύο μυξωτῆρας ἐνταῦθα δύο λυχνίας ἐκάλεσεν
ὅτι μὲν οὖν εἰς τοὺς δύο λαούς, τοὺς ἐξ Ἰουδαίων καὶ ἐθνῶν
οἱ δύο κλάδοι τῶν ἐλαιῶν ἡρμηνεύθησαν, τοῖς ἁγίοις οὐκ
ἠγνόηται. δύναται μέντοι καὶ τοὺς δύο περὶ ὧν νῦν ὁ λόγος
σημαίνειν προφήτας.

Oecumenius Commentary on the Apocalypse Ch 8:7:3-4 (English J. N. Suggit p.127)

καὶ μετ' αὐτοῦ φησιν
ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα τοῦ
πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. ἐν τοῖς
φθάσασιν ἑκατὸν τεσσαρακοντα τέσσαρας χιλιάδας εἶναι
ἔφη τὰς ἐξ Ἰσραὴλ πεπιστευκυῖας δώδεκα χιλιάδας κατὰ
μίαν ἑκάστην φυλήν. ἆρα οὖν περὶ τούτων καὶ νῦν λέγει;
οὐκ οἶμαι· οὔτε γὰρ μετὰ τοῦ ἄρθρου ὠνόμακεν αὐτάς, οὐ
γὰρ εἶπεν αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες,
ἀλλὰ μόνον ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες· μὴ
ὅτι καὶ παρθενίαν αὐτοὺς κατωρθωκέναι μαρτυρεῖ. παρ-
θενία γὰρ οὐ πάνυ παρὰ τῷ Ἰσραὴλ ἐσπουδάζετο, ὥσπερ
ἀμέλει παρὰ τῶν ἐξ ἐθνῶν ὕστερον· ὥστε ἀναμὶξ ἔκ τε τοῦ
Ἰσραὴλ ἔκ τε τῶν ἐθνῶν εἶναι νομιστέον τοὺς ὠνομασμένους,
καὶ τοὺς πλείους γε ἐκ τῶν ἐθνῶν. τὸ δὲ ἔχειν τὸ ὄνομα
τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ γεγραμμένον δηλοῖ θείᾳ
τινὶ δόξῃ τυγχάνειν αὐτοὺς κατεστεμμένους.
0 x
C. Stirling Bartholomew

Post Reply