Isaiah Chapter 31
Posted: October 26th, 2011, 8:48 am
187. Woe to those depending on Egypt (31:1-2)
31.1 Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις πεποιθότες καὶ ἐφʼ ἅρμασιν, ἔστιν γὰρ πολλά, καὶ ἐφʼ ἵπποις, πλῆθος σφόδρα, καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν. 2 καὶ αὐτὸς σοφὸς ἦγεν ἐπʼ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ,
188. Lord will oppose their pointless hope (31:2-3)
καὶ ἐπαναστήσεται ἐπʼ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν, 3 Αἰγύπτιον ἀνθρώπων καὶ οὐ θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια· ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα ἀπολοῦνται πάντες.
189. Lord Sabaoth will fight Mount Zion (31:4-5)
4 Ὅτι οὕτως εἶπέν μοι πάντες Κύριος Ὃν τρόπον βοήσει ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ, ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπʼ αὐτῇ, ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος Σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σειών ἐπὶ τὰ ὄρη αὐτῆς. 5 ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος Σαβαώθ ὑπὲρ Ἰερουσαλὴμ ὑπερασπιεῖ καὶ ἐξελεῖται σε καὶ περιποιηθήσονται καὶ σώσει.
190. Schemers, repent or flee! (31:6-9)
6 Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον. 7 ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. 8 καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, 9 πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται.
191. A just king will reign (31:9-32:4)
Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σειὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ.