It's προοδοιπορούντων:
εἴ τις παραβαίνει ταῦτα τὸ πῦρ ἐστι μετ᾽ αὐτοῦ καὶ τῶν οὕτως προοδοιπορούντων ἀθέων ἀνθρώπων, οἵτινες γεννήματα ἐχιδνῶν εἰσίν, οὓς ἀποτρέπεσθε ἐν τῇ τοῦ κυρίου δυνάμει. καὶ ἔστω μεθ᾽ ὑμῶν εἰρήνη.
So that is either a misreading or misspelling in the BP10 with the μ at the end.
Edit:
Full text is as follows (with corrected accents etc.):
Κορίνθιοι πρὸς Παῦλον.
Στεφανᾶς καὶ σὺν αὐτῷ πρεσβύτεροι Δάφνος καὶ Εὔβουλος καὶ Θεόφιλος καὶ Ξένων, Παύλῳ τῷ ἐν κυρίῳ χαίρειν. παραγεγόνασιν εἰς Κόρινθον ἄνδρες δύο, Σίμων τις καὶ Κλεόβιος, οἵτινες τήν τινων πίστιν ἀνατρέπουσιν φθοριμαίοις λόγοις, οὓς σὺ δοκίμασον. οὐ γὰρ σοῦ ἠκούσαμέν ποτε τοιούτους λόγους οὐδὲ τῶν ἄλλων, ἀλλὰ ἃ παρελάβομεν παρά τέ σου κἀκείνων τηροῦμεν. ὡς οὖν ὁ κύριος ἠλέησεν ἡμᾶς, ὄντος ἔτι ἐν σαρκί σου, ἵνα παρά σου πάλιν ἀκούσωμεν, ἢ αὑτὸς παραγένου, πιστεύομεν γὰρ ὡς ἀπεκαλύφθη Θεονόῃ ὅτι εἴρυσταί σε κύριος ἐκ χειρὸς ἀνόμου, ἢ ἀντίγραψον ἡμῖν. ἔστι γὰρ ἃ λέγουσιν καὶ διδάσκουσιν τοιαῦτα· οὐ δεῖν φασιν προφήταις χρῆσθαι, οὐδ᾽ εἶναι θεὸν παντοκράτορα, οὐδὲ ἀνάστασιν εἶναι σαρκός, οὐδ᾽ εἶναι τὴν πλάσιν τὴν τῶν ἀνθρώπων τοῦ θεοῦ, οὐδ᾽ ὅτι εἰς σάρκα ἦλθεν ὁ κύριος οὐδ᾽ ὅτι ἐκ Μαρίας ἐγεννήθη, οὐδ᾽ εἶναι τὸν κόσμον θεοῦ ἀλλὰ ἀγγέλων. διό, ἀδελφέ, πᾶσαν εἰσήγησαι σπουδὴν παραγενέσθαι ἐνθάδε, ὅπως ἀσκανδάλιστος μείνῃ ἡ Κορινθίων ἐκκλησία καὶ τούτων ἡ ἄνοια ἔκδηλος γένηται. ἔρρωσο ἐν κυρίῳ.
Παῦλος Κορινθίοις περὶ σαρκός.
Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ τοῖς ἐν Κορίνθῳ ἀδελφοῖς ἐν πολλοῖς ὢν ἀστοχήμασι χαίρειν. οὐ θαυμάζω εἰ οὕτως τάχεως τὰ τοῦ πονηροῦ προτρέχει δόγματα, ὅτι ὁ κύριος Χριστὸς εἰς ταχεῖαν ποιήσεται τὴν ἔλευσιν ἀθετούμενος ἀπὸ τῶν παραχαρασσόντων τὰ λόγια αὐτοῦ. ἐγὼ γὰρ ἐν ἀρχῇ παρέδωκα ὑμῖν ἃ καὶ παρέλαβον ὑπὸ τῶν πρὸ ἐμοῦ ἀποστόλων γενομένων τὸν πάντα χρόνον μετὰ Ἰησοῦ Χριστοῦ· ὅτι ὁ κύριος ἡμῶν Χριστὸς Ἰησοῦς ἐκ Μαρίας ἐγεννήθη ἐκ σπέρματος Δαυὶδ πνεύματος ἁγίου ἀπὸ οὐρανοῦ παρὰ τοῦ πατρὸς ἀποσταλέντος εἰς αὐτήν, ἵνα εἰς κόσμον προέλθῃ καὶ ἐλευθερώσῃ πᾶσαν σάρκα διὰ τῆς ἰδίας σαρκός, καὶ ἵνα ἐκ νεκρῶν ἡμᾶς ἐγείρῃ σαρκικοὺς ὡς ἑαυτὸν τύπον ἔδειξε· καὶ ὅτι ὁ ἄνθρωπος ὑπὸ τοῦ πατρὸς αὐτοῦ ἐπλάσθη. διὸ καὶ ἀπολλύμενος ἐζητήθη ἵνα ζωοποιηθῇ διὰ τῆς υἱοθεσίας. ἐπεὶ γὰρ ὁ θεὸς ὁ τῶν ὅλων ὁ παντοκράτωρ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπέστειλε πρώτοις Ἰουδαίοις προφήτας εἰς τὸ ἀπὸ τῶν ἁμαρτιῶν ἀποσπασθῆναι. ἐβούλετο γὰρ τὸν οἶκον Ἰσραὴλ σῶσαι· μερίσας οὖν ἀπὸ τοῦ πνεύματος τοῦ Χριστοῦ ἔπεμψεν εἰς τοὺς προφήτας οἵτινες τὴν ἀπλανῆ θεοσέβειαν ἐκήρυσσον χρόνοις πολλοῖς. ὁ γὰρ ἄρχων ἄδικος ὢν καὶ θεὸς θέλων εἶναι διεχειρίζετο αὐτοὺς καὶ τὴν πᾶσαν σάρκα ἀνθρώπων πρὸς ἡδονὴν ἐδέσμευεν. ὁ θεὸς ὁ παντοκράτωρ δίκαιος ὢν καὶ μὴ βουλόμενος ἀκυρῶσαι τὸ ἴδιον πλάσμα κατέπεμψε πνεῦμα διὰ πυρὸς εἰς Μαρίαν τὴν Γαλιλαῖαν, να δι᾽ ἧς σαρκὸς ἀπολλυμένης ἐνεπολιτεύετο ὁ πονηρὸς διὰ ταύτης νικηθεὶς ἐλεγχθῇ μὴ ὢν θεός. τῷ γὰρ ἰδίῳ σώματι Χριστὸς Ἰησοῦς πᾶσαν ἔσωσε σάρκα, ἵνα δικαιοσύνης ναὸν ἐν τῷ ἰδίῳ σώματι ἀναδείξῃ, ἐν ᾧ ἡμεῖς ἠλευθερώμεθα. οὐκ εἴσιν οὖν τέκνα δικαιοσύνης ἀλλὰ τέκνα ὀργῆς οἵτινες τὴν θεοῦ πρόνοιαν ἀνακόπτουσιν λέγοντες μὴ εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς τοῦ πατρὸς ἔργα, κατηραμένην γὰρ τοῦ ὄφεως πίστιν ἔχουσιν. οὕστινας ἀποτρέπεσθε καὶ ἀπὸ τῆς διδασκαλίας αὐτῶν ἀποφεύγετε. οἳ δὲ ὑμῖν λέγουσιν ἀνάστασις οὐκ ἔστιν σαρκός, ἐκείνοις οὐκ ἔστιν ἀνάστασις, οἵτινες τὸν οὕτως ἀναστάντα ἀπιστοῦσι. οὔ τε γὰρ, ἄνδρες Κορίνθιοι, οἴδασι τὸν ἐπὶ τοῦ πυροῦ σπόρον ἢ τῶν ἄλλων σπερμάτων, ὅτι γυμνὰ βάλλεται εἰς τὴν γῆν καὶ συμφθαρέντα κάτω ἠγέρθη ἐν θελήματι θεοῦ ἔνσωμα καὶ ἠμφιεσμένα. ὥστε οὐ μόνον τὸ σῶμα ἐγείρεται τὸ βληθὲν ἀλλὰ πολλοστὸν ὀρθὸν ηὐλογημένον. εἰ δὲ δεῖ ἡμᾶς καὶ ἀπὸ τῶν σπερμάτων μὴ ποιεῖσθαι τὴν παραβολήν, οἴδατε ὅτι Ἰωνᾶς ὁ Ἀμαθίου υἱός, ἵνα εἰς Νινευὴ μὴ κηρῦξαι εἰς κῆτος καταπέποται, καὶ μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐκ τοῦ κατωτάτου τύπον ᾅδου ἐπήκουσεν ὁ θεὸς προσευχομένου Ἰωνᾶ καὶ οὐδὲν αὐτοῦ διεφθάρη, οὔτε θρὶξ οὔτε βλέφαρον· πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι, τοὺς πιστεύσαντας εἰς Χριστὸν Ἰησοῦν ἐξεγείρει ὡς αὐτὸς ἠγέρθη. εἰ καὶ τὰ Ἐλισαίου ὀστέα τοῦ προφήτου νεκροῦ βληθέντος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐπ᾽ αὐτὰ ἀνέστη τὸ σῶμα τοῦ ἀνθρώπου, τί καὶ ὑμεῖς, τὸ σῶμα καὶ τὰ ὀστέα καὶ τὸ πνεῦμα Χριστοῦ ἐπιριφέντες, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀναστήσεσθε ἔχοντες ὑγιῆ τὴν σάρκα· εἰ δέ τι ἄλλο παραδέχεσθε κόπους μοι μὴ παρέχετε. ἐγὼ γὰρ τὰ δέσμα εἰς τὰς χεῖρας ἔχω, ἵνα Χριστὸν κερδήσω καὶ τὰ στίγματα ἐν τῷ σώματί μου, ἵνα ἔλθω εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν. καὶ εἴ τις ᾧ παρέλαβε κανόνι διὰ τῶν μακαρίων προφητῶν καὶ τοῦ ἁγίου εὐαγγελίου μένει μισθὸν λήμψεται· εἴ τις παραβαίνει ταῦτα τὸ πῦρ ἐστι μετ᾽ αὐτοῦ καὶ τῶν οὕτως προοδοιπορούντων ἀθέων ἀνθρώπων, οἵτινες γεννήματα ἐχιδνῶν εἰσίν, οὓς ἀποτρέπεσθε ἐν τῇ τοῦ κυρίου δυνάμει. καὶ ἔστω μεθ᾽ ὑμῶν εἰρήνη.