I'm jumping in here because I've been working on a text copied by a bad speller in the 4th century CE, and it can provide some idea of the prevalence of certain misspellings. I offer a comparison of the text of Isaiah 7 of the Codex Sinaiticus (copied by scribe B) with the text as normalized into conventional orthography. I present the text of the manuscript in capital letters (source:
http://www.codexsinaiticus.com) and the conventional spelling in lowercase. Summary: αι-ε interchanges are extremely common (note the alternation in the spelling of ἔσται in verses 21-24 and the two spellings of Ephraim). Still common are ει-ι interchanges. Other misspellings are less common. As far as I could see, in this chapter η and υ are never misspelled. What does this tell us about pronunciation in the 4th century CE?
7.1 ΚΑΙ ΕΓΕΝΕΤΟ ΕΝ ΤΕΣ ΗΜΑΙΡΕΣ ΑΧΑΖ ΤΟΥ ΙΩΑΘΑΜ ΤΟΥ ΥΙΟΥ ΟΖΕΙΟΥ ΒΑΣΙΛΕΩΣ ΙΟΥΔΑ ΑΝΕΒΗ ΡΑΑΣΣΩΝ ΒΑΣΙΛΕΥΣ ΑΡΑΜ ΚΑΙ ΦΑΚΕΕ ΥΙΟΣ ΡΟΜΕΛΙΑ ΒΑΣΙΛΕΥΣ ΙΗΛ ΕΠΙ ΙΕΛΗΜ ΠΟΛΕΜΗΣΕ ΑΥΤΗ ΚΑΙ ΟΥΚ ΗΔΥΝΗΘΗΣΑΝ ΠΟΛΙΟΡΚΗΣΕ ΑΥΤΗΝ
Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζείου βασιλέως Ἰούδα ἀνέβη Ραασσων βασιλεὺς Ἀρὰμ καὶ Φάκεε υἱὸς Ῥομελιὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.
2 ΚΑΙ ΑΝΗΓΓΕΛΗ ΕΙΣ ΤΟΝ ΟΙΚΟ ΔΑΔ ΛΕΓΩΝ ΣΥΝΕΦΩΝΗΣΕΝ ΑΡΑΜ ΠΡΟΣ ΤΟΝ ΕΦΡΑΙΜ ΚΑΙ ΕΞΕΣΤΗ Η ΨΥΧΗ ΑΥΤΟΥ ΚΑΙ Η ΨΥΧΗ ΤΟΥ ΛΑΟΥ ΑΥΤΟΥ ΟΝ ΤΡΟΠΟΝ ΕΝ ΔΡΥΜΩ ΞΥΛΟΝ ΥΠΟ ΠΝΣ ΣΑΛΕΥΘΗ
καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυεὶδ λέγων Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφράιμ · καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.
3 ΚΑΙ ΕΙΠΕΝ ΚΣ ΠΡΟΣ ΗΣΑΙΑΝ ΕΞΕΛΘΕ ΕΙΣ ΣΥΝΑΝΤΗΣΕΙΝ ΑΧΑΖ ΣΥ ΚΑΙ Ο ΚΑΤΑΛΙΦΘΕΙΣ ΙΑΣΣΟΥΒ Ο ΥΙΟΣ ΣΟΥ ΠΡΟΣ ΤΗΝ ΚΟΛΥΜΒΗΘΡΑ ΤΗΣ ΑΝΩ ΟΔΟΥ ΑΓΡΟΥ ΤΟΥ ΓΝΑΦΕΩΣ
Καὶ εἶπεν Κύριος πρὸς Ἠσαίαν Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ ἀγροῦ τοῦ γναφέως
4 ΚΑΙ ΕΡΙΣ ΑΥΤΩ ΦΥΛΑΞΕ ΤΟΥ ΗΣΥΧΑΣΕ ΚΑΙ ΜΗ ΦΟΒΟΥ ΜΗΔΕ Η ΨΥΧΗ ΣΟΥ ΑΣΘΕΝΙΤΩ ΑΠΟ ΤΩΝ ΔΥΟ ΞΥΛΩΝ ΤΩΝ ΔΑΛΩ ΤΩΝ ΚΑΠΝΙΖΟΜΕΝΩΝ ΤΟΥΤΩ ΟΤΑΝ ΓΑΡ ΟΡΓΗ ΤΟΥ ΘΥΜΟΥ ΜΟΥ ΓΕΝΗΤΑΙ ΠΑΛΙΝ ΙΑΣΟΜΑΙ
καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.
5 ΚΑΙ Ο ΥΙΟΣ ΤΟΥ ΑΡΑΜ ΚΑΙ Ο ΥΙΟΣ ΤΟΥ ΡΟΜΕΛΙΟΥ ΟΤΙ ΕΒΟΥΛΕΥΣΑΝΤΟ ΠΕΡΙ ΣΟΥ ΒΟΥΛΗΝ ΠΟΝΗΡΑ ΛΕΓΟΝΤΑΙΣ
καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο περὶ σοῦ βουλὴν πονηρὰν λέγοντες
6 ΑΝΑΒΗΣΟΜΕΘΑ ΕΙΣ ΤΗΝ ΙΟΥΔΕΑΝ ΚΑΙ ΣΥΝΛΑΛΗΣΑΝΤΑΙΣ ΑΥΤΟΙΣ ΑΠΟΣΤΡΕΨΟΜΕΝ ΑΥΤΟΥΣ ΠΡΟΣ ΗΜΑΣ ΚΑΙ ΒΑΣΙΛΕΥΣΟΜΕΝ ΑΥΤΗΣ ΤΟ ΥΙΟΝ ΤΑΒΕΗΛ
Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ,
7 ΤΑΔΕ ΛΕΓΕΙ ΚΣ ΣΑΒΑΩΘ ΟΥ ΜΗ ΕΜΜΙΝΗ ΑΥΤΗ Η ΒΟΥΛΗ ΟΥΔΕ ΕΣΤΑΙ
Τάδε λέγει Κύριος Σαβαώθ Οὐ μὴ ἐμμείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται
8 ΑΛΛ Η ΚΑΙΦΑΛΗ ΑΡΑΜ ΔΑΜΑΣΚΟΣ ΑΛΛ ΕΤΙ ΕΞΗΚΟΝΤΑ ΚΑΙ ΠΕΝΤΕ ΕΤΩΝ ΕΚΛΙΨΕΙ Η ΒΑΣΙΛΕΙΑ ΕΦΡΕΜ ΑΠΟ ΛΑΟΥ
ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ,
9 ΚΑΙ Η ΚΕΦΑΛΗ ΕΦΕΜ ΣΟΜΟΡΩΝ ΚΑΙ Η ΚΑΙΦΑΛΗ ΣΟΜΟΡΩΝ Ο ΥΙΟΣ ΤΟΥ ΡΟΜΕΛΙΟΥ ΚΑΙ ΕΑΝ ΜΗ ΠΙΣΤΕΥΣΗΤΑΙ ΟΥΔΕ ΜΗ ΣΥΝΗΤΕ
καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων, καὶ ἡ κεφαλὴ Σομορων ὁ υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
10 ΚΑΙ ΠΡΟΣΕΘΕΤΟ ΚΣ ΛΑΛΗΣΑΙ ΤΩ ΑΧΑΖ ΛΕΓΩΝ
Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων
11 ΑΙΤΗΣΑΙ ΣΕΑΥΤΩ ΣΗΜΙΟΝ ΠΑΡΑ ΚΥ ΤΟΥ ΘΥ ΣΟΥ ΕΙΣ ΒΑΘΟΣ Η ΕΙΣ ΥΨΟΣ
Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
12 ΚΑΙ ΕΙΠΕΝ ΑΧΑΖ ΟΥ ΜΗ ΑΙΤΗΣΩ ΟΥΔ ΟΥ ΜΗ ΠΙΡΑΣΩ ΚΝ
καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον.
13 ΚΑΙ ΕΙΠΕΝ ΑΚΟΥΣΑΤΕ ΔΗ ΟΙΚΟΣ ΔΑΔ ΜΗ ΜΙΚΡΟΝ ΥΜΙΝ ΑΓΩΝΑ ΠΑΡΕΧΕΙΝ ΑΝΟΙΣ ΚΑΙ ΠΩΣ ΚΩ ΠΑΡΕΧΕΤΕ ΑΓΩΝΑ
καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα;
14 ΔΙΑ ΤΟΥΤΟ ΔΩΣΕΙ ΚΣ ΑΥΤΟΣ ΥΜΙΝ ΣΗΜΙΟΝ ΙΔΟΥ Η ΠΑΡΘΕΝΟΣ ΕΝ ΓΑΤΡΙ ΕΞΕΙ ΚΑΙ ΤΕΞΕΤΑΙ ΥΙΟΝ ΚΑΙ ΚΑΛΕΣΕΙ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ ΕΜΜΑΝΟΥΗΛ διὰ τοῦτο δώσει κύριος αὐτὸς
ὑμῖν σημεῖον·
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Εμμανουηλ
15 ΒΟΥΤΥΡΟΝ ΚΑΙ ΜΕΛΙ ΦΑΓΕΤΑΙ ΠΡΙΝ Η ΓΝΩΝΑΙ ΑΥΤΟ Η ΠΡΟΕΛΕΣΘΑΙ ΠΟΝΗΡΑ ΕΚΛΕΞΑΣΘΑΙ ΤΟ ΑΓΑΘΟΝ
βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξασθαι τὸ ἀγαθόν·
16 ΔΙΟΤΙ ΠΡΙΝ Η ΓΝΩΝΑΙ ΤΟ ΠΑΙΔΙΟΝ ΑΓΑΘΟ Η ΚΑΚΟΝ ΚΑΙ ΚΑΤΑΛΙΦΘΗΣΕΤΑΙ Η ΓΗ ΗΝ ΣΥ ΦΟΒΗ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΤΩΝ ΔΥΟ ΒΑΣΙΛΕΩΝ
διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.
17 ΑΛΛΑ ΕΠΑΞΙ Ο ΘΣ ΕΠΙ ΣΕ ΚΑΙ ΕΠΙ ΤΟΝ ΛΑΟΝ ΣΟΥ ΚΑΙ ΕΠΙ ΤΟΝ ΟΙΚΟΝ ΤΟΥ ΠΡΣ ΗΜΕΡΑΣ ΑΙ ΟΥΠΩ ΗΚΑΣΙΝ ΑΦ ΗΣ ΗΜΕΡΑΣ ΑΦΕΙΛΕΝ ΕΦΡΑΙΜ ΑΠΟ ΙΟΥΔΑ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΩΝ ΑΣΣΥΡΙΩΝ
ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.
18 ΚΑΙ ΕΣΤΕ ΕΝ ΤΗ ΗΜΕΡΑ ΕΚΙΝΗ ΣΥΡΙΕΙ ΚΣ ΜΥΙΑΙΣ Ο ΚΥΡΙΕΥΕΙ ΜΕΡΟΣ ΠΟΤΑΜΟΥ ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΤΗ ΜΕΛΙΣΗ Η ΕΣΤΙΝ ΕΝ ΧΩΡΑ ΑΣΣΥΡΙΩ
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις, ὃ κυριεύει μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων,
19 ΚΑΙ ΕΞΕΛΕΥΣΟΝΤΕ ΠΑΝΤΕΣ ΚΑΙ ΑΝΑΠΑΥΣΟΝΤΑΙ ΕΝ ΤΑΙΣ ΦΑΡΑΓΞΕΙΝ ΤΗΣ ΧΩΡΑΣ ΣΟΥ ΚΑΙ ΕΝ ΤΕΣ ΤΡΩΓΛΑΙΣ ΤΩΝ ΠΕΤΡΩΝ ΚΑΙ ΕΙΣ ΤΑ ΣΠΗΛΕΑ ΚΑΙ ΕΙΣ ΠΑΣΑΝ ΡΑΓΑΔΑ ΚΑΙ ΕΝ ΠΑΝΤΙ ΞΥΛΩ
καὶ ἐξελεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας σου καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ.
20 ΕΝ ΤΗ ΗΜΕΡΑ ΕΚΙΝΗ ΞΥΡΗΣΙ ΚΣ ΤΩ ΞΥΡΩ ΤΩ ΜΕΓΑΛΩ Κ ΜΕΜΕΘΥΣΜΕΝΩ ΠΕΡΑΝ ΤΟΥ ΠΟΤΑΜΟΥ ΒΑΣΙΛΕΩΣ ΑΣΣΥΡΙΩΝ ΤΗΝ ΚΑΙΦΑΛΗΝ ΚΑΙ ΤΑΣ ΤΡΙΧΑΣ ΤΩΝ ΠΟΔΩΝ ΚΑΙ ΤΟΝ ΠΩΓΩΝΑ ΑΦΕΛΕΙ
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.
21 ΚΑΙ ΕΣΤΕ ΕΝ ΤΗ ΗΜΕΡΑ ΕΚΙΝΗ ΘΡΕΨΕΙ ΑΝΟΣ ΔΑΜΑΛΙΝ ΒΟΩΝ ΚΑΙ ΔΥΟ ΠΒΑΤΑ
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα,
22 ΚΑΙ ΕΣΤΑΙ ΑΠΟ ΤΟΥ ΠΛΙΣΤΟΝ ΠΟΙΕΙΝ ΓΑΛΑ ΒΟΥΤΥΡΟΝ ΚΑΙ ΜΕΛΙ ΦΑΓΕΤΑΙ ΠΑΣ Ο ΚΑΤΑΛΙΦΘΕΙΣ ΕΠΙ ΤΗΣ ΓΗΣ
καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
23 ΚΑΙ ΕΣΤΕ ΕΝ ΤΗ ΗΜΕΡΑ ΕΚΙΝΗ ΠΑΣ ΤΟΠΟΣ ΟΥ ΕΑΝ ΩΣΙΝ ΧΙΛΙΑΙ ΑΜΠΕΛΟΙ ΧΙΛΙΩΝ ΣΙΚΛΩ ΕΙΣ ΧΕΡΣΟΝ ΕΣΟΝΤΑΙ ΚΑΙ ΕΙΣ ΑΚΑΝΘΑΣ
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθας·
24 ΜΕΤΑ ΒΕΛΟΥΣ ΚΑΙ ΤΟΞΕΥΜΑΤΟΣ ΕΙΣΕΛΕΥΣΟΝΤΑΙ ΕΚΕΙ ΟΤΙ ΧΕΡΣΟΣ ΚΑΙ ΑΚΑΝΘΕ ΕΣΤΑΙ ΠΑΣΑ Η ΓΗ
μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθαι ἔσται πᾶσα ἡ γῆ.
25 ΚΑΙ ΠΑΝ ΟΡΟΣ ΑΡΟΤΡΙΩΜΕΝΟ ΑΡΟΤΡΙΑΘΗΣΕΤΑΙ ΟΥ ΜΗ ΕΠΕΛΘΗ ΕΚΙ ΦΟΒΟΣ ΕΣΤΑΙ ΓΑΡ ΑΠΟ ΤΗΣ ΧΕΡΣΟΥ Κ ΑΚΑΝΘΗΣ ΕΙΣ ΒΟΣΚΗΜΑ ΠΡΟΒΑΤΟΥ ΚΑΙ ΚΑΤΑΠΑΤΗΜΑ ΒΟΟΣ
καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται, οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.
Ken M. Penner
Professor and Chair of Religious Studies, St. Francis Xavier University
Editor, Digital Biblical Studies
General Editor, Lexham English Septuagint
Co-Editor, Online Critical Pseudepigrapha pseudepigrapha.org